# Catena In Lucam ΚΕΦ. ΞΕ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΞΕ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9E%CE%95.

Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν. Ὁ σκοπὸς τῆς προκειμένης παραβολῆς ὅλην ὡς ἐν βραχέσι παριστᾷ τῆς ἐφ’ ἡμῖν γενομένης οἰκονομίας τοῦ Θεοῦ Λόγου τὴν δύναμιν, καὶ τοῦ κατ’ αὐτὸν μυστηρίου τὰ ἀπαρχῆς μέχρι τέλους. γέγονε μὲν γὰρ ἄνθρωπος Θεὸς ὢν ὁ Λόγος, κεχρημάτικε δὲ διὰ τοῦτο καὶ δοῦλος, ἀλλ’ ἦν καὶ ἔστιν εὐγενὴς, κατά γε τὴν ἐκ Πατρὸς ἄρρητον γέννησιν. ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναπεφοίτηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν ὁ οὐρανός. Ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασιλείαν. πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς ἄνεισι πρὸς αὐτὸν, ληψόμενος βασιλείαν; δηλονότι ἐνανθρωπήσαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ. Ἀναφοιτήσας γὰρ εἰς οὐρανὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης ἐν ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Τίνες δέ εἰσιν οἱ πολῖται αὐτοῦ οἱ μισοῦντες αὐτόν; οἱ Ἰουδαῖοι, περὶ ὧν φησὶν, “ὅτι καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ “καὶ τὸν Πατέρα μου,” καὶ οὐκ ἠθέλησαν αὐτὸν ἐπ’ αὐτοὺς βασιλεῦσαι. διὸ καὶ ἔλεγον πρὸς Πιλάτον ἀρνούμενοι τὴν βασιλείαν αὐτοῦ, “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,” καίτοι Ζακχαρίου τοῦ προφήτου βοῶντος, “χαῖρε σφόδρα, θύγατερ Σιῶν, ὅτι ἰδοὺ “ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων·” ὁμοίως καὶ Ἡσαΐου, “ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες “μετὰ κρίσεως ἄρξουσιν·” ἔτι δὲ καὶ τοῦ προφήτου Δαβὶδ περὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· “ἐγὼ δὲ κατεστάθην βασιλεὺς “ ὑπ᾿ αὐτῶν.”

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
