# Catena In Lucam ΚΕΦ. ΞΖ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΞΖ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9E%CE%96..1

Περὶ τοῦ πώλου. Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηφθαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. Ωριγύνουσ. Ἡ μὲν Βηθανία ἑρμηνεύεται οἶκος ὑπακοῆς, δὲ Βηθφαγῆ σιαγόνες, ἱερατικός τις ὣν τόπος· καὶ γὰρ σιαγόνες τοῖς ἱερεῦσι ἐδίδοντο, ὡς ἐν τῷ νόμῳ ἀναγέγραπται· ὅπου οὖν ὑπακοὴ, καὶ ἱερὸς τόπος, ἐκεῖ ἀποστέλλει ὁ Κύριος τοὺς Ἀποστόλους λύσοντας “πῶλον δεδεμένον, ἐν ᾧτ’ οὐδεὶς πώποτε ἀνθρώπων “ἐκάθισεν,” ἀντὶ τοῦ οὐδέποτε ἄνθρωπος λογ(??)λὸς ἐπεκάθισεν, ἣ Μωϋσέως λόγος, ἣ Ἡσαΐου, οὐδὲ ἄλλου τινὸς τῶν προφητῶν. ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελθόντες λύσωσι τὸν πῶλον. Εἶπε δὲ αὐτοῖς, “ἐάν τις ὑμᾶς ἐρωτᾷ, τί λύετε τὸν πῶλον, “ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” πολλοὶ γὰρ ἦσαν οἱ κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος· ἴσμεν δὲ ὅτι ὁ τοῦ Κυρίου ἅπαξ γενόμενος, οὐ δύναται πολλοὺς κυρίους ἔχειν· ὅταν τῇ κακίᾳ δουλεύῃ τις, πολλῶν παθῶν δοῦλός ἐστιν ὁ ἄνθρωπος. Κυρίλλου Ἀλεξανδρείασ. Ἄγεται ὁ πῶλος, ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτὸ δύο τάγματα, προφῆται δὲ οὗτοι καὶ Ἀπόστολοις, δι’ ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. Ἄγεται τοίνυν ἀπό τινος κώμης, ἵνα δι’ αὐτοῦ τὴν ἄγροικον τῶν ἐθνῶν δείξῃ φρένα· οὐκ ἐν νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀτημελῶς καὶ ἀρτίως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι. ἕτερός γε μὴν τῶν ἁγίων Εὐαγγελιστῶν καὶ παῖδας ἔφη βαία φοινίκων ἀνατείνοντας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς συντιθέναι τὴν δοξολογίαν, ἵνα καὶ δι’ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν, ὥσπερ ἐν πίνακι γεγραμμένον, ἴ’ δῶμεν λαόν. Γέγραπται γὰρ, “καὶ ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.” Τοῦ ἀγίου Τίυου. Ὁ Κύριος τίς, ἀπολελυμένον δὲ ἡ προσηγορία, βασιλεύων ἤθελε φαίνεσθαι τῷ πλήθει· ἰσοκέφαλος δὲ ἦν ἡ θέα· μεταστέλλεται πολλῶν, ἵνα καθισθέντα ἴδωσιν οἱ πολλοί· προέλαβε τὸ πλῆθος καὶ βοᾷ “εὐλογημένος ὁ “ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” “δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ “γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.” Διά τι; ἄνθρωποι γὰρ μετ’ Ἀγγέλων· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ πεποίηκε μίαν ὑπακοήν. Σημεῖον τὸ γινόμενον. οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ εἰσιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι, ὃς εἰς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἱερουσαλήμ. Τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος, ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ἀκριβέστατα δὲ ὁ Ματθαῖος τὴν ὑποτύπωσιν τῶν πραγμάτων γεγενημένην ἔδειξεν, οὐ μόνον τοῦ πώλου μνημονεύων, ἀλλὰ καὶ τῆς ὄνου, ὅτι καὶ ὁ Ισραὴλ ὕστερον ἀκολουθήσει τῷ νέῳ λαῷ, καθά ποτε ἡ μήτηρ τῷ πώλῳ· ὅτι γὰρ ἐπὶ τῷ πώλῳ ἐκαθέσθη δηλοῦσιν οἱ λοιποὶ, οἳ καὶ μόνου τοῦ πώλου μνημονεύοντες ἀγομένου πρὸς τὸν Ἰησοῦν. ὁ δὲ Ματθαῖος εἰπὼν καὶ τὴν ὄνον ἀχθεῖσαν καὶ ἐπάνω αὐτῷ καθεσθέντα τὸν Κύριον, οὐ δήπου συνωρίδα γενομένην τοῦ τε πώλου καὶ τῆς μητρὸς λέγει, πῶς γάρ; ἀλλ’ ἑπομένην τὴν ὄνον. Δεδεμένος δὲ ὁ πῶλος καὶ ἡ ὄνος τοὺς προσδεδεμένους τοῖς ἀνθρωπίνοις πράγμασιν ἔδειξε λαοὺς, καὶ μὴ ἀνέτους ὄντας εἰς τὸ δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου, ἀνιεμένους δὲ διὰ τὸ θεῖον ἐπίταγμα τοῦ Κυρίου μηδενὸς ἀποκωλύσαι δυνηθέντος, καὶ εἰ βούλονται κωλύειν τινὲς, ὡς αὐτοὶ δεσπόται, ἀλλ’ ἐάν τις ὑμῖν εἴπῃ, τί φησιν; “ἐρεῖτε ὅτι “ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” θεία δὲ κλῆσις ἐν τούτῳ δεδήλωται. Ἐδάκρυσε δὲ ἐπὶ τὴν Ἱερουσαλὴμ ὁ Κύριος, φιλάνθρωπος ὣν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται περὶ αὐτῆς, εἴπερ ὅλως χρή τι τοιοῦτο εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ. Πῶς γὰρ ἄλλως ἔγνωμεν ἃν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ πράγματος ἀνθρωπίνου, τοῦτο κατέστησεν ἐνεργὲς, ὅθεν καὶ μετὰ τριάκοντα πέντε ἔτη τῆς ἀναλήψεως ἡ ἅλωσις αὐτῆς γέγονεν, ἀναβολὴν ποιουμένου τοῦ φιλανθρώπου Θεοῦ τῆς τιμωρίας ἐν τοσούτοις ἔτεσι, καὶ μακροθυμοῦντος πρὸς τὸ ἐπιστρέψαι τοὺς πεπλανημένους διὰ τῆς τῶν ἁγίων Ἀποστόλων διδασκαλίας, εἰς τὴν τῆς πίστεως ἀληθινὴν ἐπίγνωσιν, καὶ ἀπολλαγῆναι τῆς μελλούσης ὀργῆς ἔρχεσθαι ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὸ καὶ οἱ πεισθέντες μὲν ἐρρύσθησαν, οἱ δὲ ἀπειθήσαντες ἀπώλοντο. τὸ γὰρ, “εἰ “ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην,” τοῦτό ἐστιν, ὅτι τὰ χρήσιμα καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι Θεῷ εἰ ἐπέγνως ἅτινά ἐστιν, ἡ πίστις, καὶ ἡ εἰς Κύριον ὑπακοὴ, καὶ τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ λατρείας, οὐκ ἃν τοιαῦταί σε θλίψεις περιέμενον, ἀλλ’ ἐκρύβη, φησὶν, ἀπὸ ὀφθαλμῶν σου· ἑκουσίως γὰρ οὐκ ἠθέλησεν εἰδέναι, ἤγουν συνιέναι τὰς θεοπνεύστους γραφὰς τὰς δηλούσας τὸ περὶ ἐμοῦ μυστήριον. Καιρὸν δὲ λέγει τῆς ἐπισκοπῆς σου, ἣν αὐτὸς ἐποιήσατο, κατελθὼν ἐπισκεψάμενος αὐτὴν, καὶ θεῖα διδάγματα διδάξας ἐν αὐτῇ, καὶ πλείστας θαυματουργίας ἐργασάμενος.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
