# Catena In Lucam ΚΕΦ. ΞΗ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΞΗ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9E%CE%97.

Περὶ τῶν ἐπερωτησάντων τὸν κύρων ἀρχιερέων. Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἰστέον δὲ, τοῦτό φησιν, ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει, ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι καὶ κατὰ διαφόρους καιρούς. κἀκεῖ μὲν λέγουσιν, τί σημεῖον ἐπιδεικνύεις ἡμῖν; ἐνταῦθα βοῶσι, καίτοιγε ἐπιτιμηθέντες διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ τοῦτο ποιήσαντος, ἔμενον ἐπὶ τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· δέον κἀντεῦθεν αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. καὶ γὰρ ἐθαυματούργνσε, καὶ ἑώρων τοῖς λόγοις τὰ ἔργα συμβαίνοντα, ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν· διόπερ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον λέγων, “ὁ οἰκός μου οἶκος προσευχῆς “κληθήσεται.” Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. διὰ Μωϋσέως, μόνους ἐκέλευσε τῶν ἱερῶν ἅπτεσθαι σπουδασμάτων τοὺς ἐξ αἵματος Λευΐ· αὐτοὶ διατάττουσι τὰ ἐν τῷ θείῳ νόμῳ, αὐτοῖς δέδοται τὸ μυσταγωγεῖν, καὶ ἡ τῶν ἱερῶν περιβόλων ἐξουσία· σὺ δὲ πῶς ἐξ ἑτέρας ὑπάρχων φυλῆς, γέγονας γὰρ ἐξ Ιούδα, τὰς ἐν ἡμῖν ἐκνεμηθείσας ἐξαρπάζεις τιμάς; “Τίς σοι “δέδωκε τὴν ἐξουσίαν ταύτην;” ἀλλ’ εἰ τὰς θεοπνεύστους ᾔδεις γραφὰς, ὦτ’ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνὰς, ἐμνήσθης ἃν λέγοντος τοῦ μακαρίου προφήτου Δαβὶδ, πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστὸν, “Ὤμοσε Κύριος, καὶ οὐ μεταμελη- “θήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἡ Φαρισαίων λελειτούργηκε τῷ Θεῷ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς εὐλόγησέ τε καὶ δεδεκάτωκε τὸν Ἀβραάμ· ὡς δὲ ὁ πάνσοφος γράφει Παῦλος, “χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖ- “ται,” οὐκοῦν ἡ ῥίζα δὲ ἡ ἀπαρχὴ τῆς γενέσεως τῶν ἐξ Ἰσραὴλ, τουτέστιν, ὁ προπάτωρ Ἀβραὰμ ὑπὸ τῆς τοῦ Μελχισεδὲκ ἱερωσύνης ηὐλόγηται. τύπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ’ αὐτὸν ἱερωσύνη τοῦ πάντων Σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχιερεὺς καὶ Ἀπόστολος, προσάγων τῷ Θεῷ καὶ Πατρὶ τοὺς πεπιστευκότας εἰς αὐτὸν, διὰ τῆς ὑπὲρ νόμου λατρείας τελειῶν εἰς ἁγιασμόν. Τί τοίνυν ἀσχάλλεις, Φαρισαῖε, τῶν ἱερῶν περιβόλων ἐκπεμπομένων, οἷα ταῖς κατὰ νόμον θυσίαις ἦν χρήσιμα, καλοῦντος εἰς τὴν ἐπέκεινα τύπων ζωὴν, καὶ εἰς ἀληθῆ δικαίωσιν τῆς διὰ πίστεως, δηλονότι τῆς εἰς Χριστὸν, καὶ παρατιθέντος τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδὸν, ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς, ἀλλὰ νόμου παντὸς ἐπέκεινα Θεοῦ; οὐ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν ὁρισάμενος μεθίστησι κατὰ καιροὺς, ἐφ’ ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα, καὶ ἀναφέρων εἰς βελτίονα; Hv οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα. Καὶ γοῦν ἔφη που ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου, “καὶ “ἀφανισθήσεται νόμιμα λαοῦ μου·” ἤργησαν γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἢν δι’ ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ Υἱός.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
