# Catena In Lucam ΚΕΦ. Ξς.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. Ξς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9E%CF%82.

Περὶ τῶν λαβόντων τὰς μνᾶς. Ποίους δὲ δούλους καλέσας τούτοις διένειμε τὰς δέκα μνᾶς; τοὺς τελείους τὴν ἕξιν, οἷς ἃν πρέπῃ καὶ ἡ στερεὰ τροφὴ, τοὺς μυσταγωγεῖν εἰδότας ὀρθῶς, καὶ πρὸς πᾶσαν ἀρετὴν ἑαυτούς τε καὶ ἑτέρους ἀπευθύνοντας. οὗτοι γὰρ νουθετοῦντας τοὺς ὑπὸ χεῖρα λαοὺς προσεργάζονται τοῖς δοθεῖσι, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδαίνουσι κλῆρον. ὑποστρέψαντος γὰρ μετὰ τὸ λαβεῖν τὴν βασιλείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἐν δευτέρᾳ αὐτοῦ παρουσίᾳ τεύξονται καὶ ἐπαίνων, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφήσωσι. δεκαπλασιάσαντες γὰρ καὶ πανταπλασιάσαντες τὰ δοθέντα διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἣ πέντε γενήσονται, τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνων, ἀλλὰ γὰρ καὶ ἑτέρων ἔτι πολλῶν. Ἀτιμία δὲ ἔσται τοῖς ὄκνῳ νενικημένοις· ὁ γάρ τοι κατακρύψας σουδαρίῳ τὴν μνᾶν, ὑπενήνεκται τῇ τοιᾷδε δίκῃ. Ταύτην δὲ τὴν παραβολὴν εἶπεν, ἐπειδὴ ἔλεγεν, ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ θεασάμενοι αὐτὸν εἰς Ἱερουσαλὴμ ἀνιόντα ᾠήθησαν διὰ τοῦτο ἀνιέναι, ἵνα δὴ ἀρχὴν δῷ τῇ βασιλείᾳ τοῦ Θεοῦ. ταῦτα μὲν οὖν ἐκεῖνοι ἐνόμιζον, οὐ μὴν ἔλεγον, ἀλλ’ ἐν ταῖς διανοίαις αὐτῶν ἐκύλιον τὴν προσδοκίαν. Ὁ δὲ πλάσας τὴν κὰμ δίαν καὶ τοὺς λόγους ἐπιστάμενος, ᾔδει ταύτην αὐτῶν τὴν προσδοκίαν, καὶ διορθοῦται τὸ σφάλμα διὰ παραβολῆς· εὐκαταφρόνητος γὰρ πᾶσα γυμνότης λόγου. Εἰ γὰρ “αὐστηρός εἰμι, φησὶ, “θερίζων ὅπου οὐκ ἔσπειρα, διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, τοῦτο γάρ ἐστιν ἡ μνᾶ, δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ σοῦ. Ἐγὼ γὰρ ἐλθὼν ἔπραξα ἄν· τουτέστιν, ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ· τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον, τοῖς ἀκροωμένοις δὲ οὐ μόνον τὰ καταβληθέντα τηρεῖν ἀμείωτα, ἀλλὰ καὶ πᾶσαν ἀρετὴν προσεργάσασθαι. Διόπερ ὁ μὲν ὀκνηρὸς οἰκέτης γυμνὸς καὶ τοῦ δοθέντος ἔσται χαρίσματος, οἱ δὲ τὴν ἀμείνω βαδίζοντες ὁδὸν, ἐν προσθήκῃ θείων χαρισμάτων γενήσονται· ἔτι δὲ καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· οἱ δὲ μὴ θελήσαντες Ἰουδαῖοι ἐπ’ αὐτοὺς βασιλεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατεσφάγησαν ἔμπροσθεν αὐτοῦ, φησί. Καὶ γὰρ ἔπαθον καὶ νῦν τοῦτό τινες ἐξ αὐτῶν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει· ἐν δὲ τῇ δευτέρα παρρουσίᾳ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πάντες οὗτοι ὥσπερ ἐν σφαγῇ τῇ ἀτελευτήτῳ κολάσει δοθήσονται. Τοῖς γὰρ κατακούσασι προθύμως τῶν αὐτοῦ λόγων τοῖς μαθηταῖς λέγω καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ κατέχουσιν ἐν τῇ διανοίᾳ τὸν τῆς διδασκαλίας θεμέλων, καὶ ἐδόθη καὶ ἐπερισσεύθη τὰ τῆς θείας γνώμης κατὰ τὴν τοῦ Πνεύματος δωρεάν. Ἰουδαίων δὲ μὴ κατασχόντων τὸν αὐτοῦ λόγον, καὶ ὃ ἐδόκουν ἔχειν ἀφῃρέθη· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸν Μωϋσέως νόμον λατρεία, καὶ τὰ προφητικὰ καὶ θεόπνευστα γράμματα, τὰ προαγορεύοντα τὴν παρουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ, καὶ αὐτὸ τὸ τοῦ Ισραὴλ διαβόητον ὄνομα.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
