# Catena In Lucam ΚΕΦ. ΟΑ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΟΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9F%CE%91.

Περὶ τῶν Σαδδουκαίων. Κυρίλλου Ἀλεξανδρείασ. Προσίασι Σαδδουκαῖοι ἡμῶν Σωτήρι’ Χριστῷ, ὅς ἐστι ζωὴ καὶ ἀνάστασις, καὶ ἀναιρεῖν πειρῶνται τὴν ἀνάστασιν. Ὑβρισταὶ δὲ ὄντες καὶ ἄπιστοι πλάττουσί τι μεστὸν ἀμαθίας. Ἴδωμεν δὲ ἅπερ ἔφη αὐτοῖς Χριστὸς, “Οἱ μὲν γὰρ υἱοὶ,” φησὶ, “τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ γαμίζονται,” καὶ τὰ ἑξῆς. Τοῦ Αὐτοῦ. Οἱ υἱοὶ τοῦ νυμφῶνος, τουτέστιν, οἱ τὸν καὶ ἐνσώματον καὶ φιλοσοφίας γέμοντα διαζῶντες βίον, τεκνογονίας ἕνεκα γαμοῦσι καὶ γαμίζονται· οἱ γε μὴν τὴν εὐκλεᾶ καὶ ἀγαθοῦ μεστὴν κατορθώσαντες ζωὴν, εἶτα καταξιωθέντες τυχεῖν τῆς ἐντίμου ἀναστάσεως, ἄνω που πάντως ἔσονται τῆς ἐν τῶδε τῶ κόσμῳ ζωῆς. Διαβιώσονται γὰρ ὡς ἂν ἁγίοις πρέπῃ καὶ ἐγγὺς ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γὰρ εἰσὶ καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν τελοῦντες λατρείαν. Παρήγαγε δὲ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα σαφῶς τῶν νεκρῶν τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ βάτῳ, φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· “ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ “καὶ Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ·” τίνων δὲ Θεὸς, εἰ μὴ ζήσονται κατ’ ἐκείνους; ἀλλ’ ἔστι ζώντων Θεός. Οὐκοῦν πάντη τε καὶ πάντως ἀναβιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐκ τῆς γῆς. Οὐχὶ τῶν οὐκ ὄντων καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναβησομένων εἶναί φησι Θεὸν τὸν Θεὸν, οὐ γὰρ ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει, οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, “ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ;” ἀλλ’ οὐκ ἔστι τοῦτο ἴσον, ἐκ νεκρῶν γὰρ ἐνταῦθα φησὶ τῶν καὶ αὐτῶν ζή- σεσθαι μελλόντων. Ωριγένους. Ωριγένης δέ φησιν, Ἀναγινώσκοντές τινες πλανῶνται περὶ τὸν νοῦν τῆς γραφῆς, φέρε εἰπεῖν ἐκ τοῦ Ἡσαΐου, “ἐκλεκτοὶ μου οὐ τεκνοποιήσουσιν εἰς κατάραν,” καὶ ἐν τῷ Δευτερονομίῳ “ἐν ταῖς εὐλογίαις εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας “σου,” ὑπολαμβάνοντες ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς πνευματικὰς εὐλογίας. Διὰ τοῦτο, σωματικῶς ἐκδεχομένοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδδουκαίοις, ἔλεγεν ὁ Σωτῆρ’, “πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς.”

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
