Ancient Greek
ΚΕΦ. ΠΒ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΠΒ..1
Not analysed yet
Περὶ τοῦ Κλεόπα. Ἐπειδήπερ οἱ εἰς τὴν κώμην Ἐμμαοῦς μαθηταὶ πορευόμενοι, ὡς οὐκέτι ζῆν τὸν Χριστὸν προσδοκῶντες, περὶ αὐτοῦ πρὸς ἀλλήλους ἀνιώμενοι διελέγοντο· τοῦτο γὰρ δηλοῖ, ὅπερ εἶπον, ὅτι “ἡμεῖς δὲ “ἠλπίζομεν,” διὰ τοῦτο αὐτὸς ἐπιστὰς αὐτοῖς, ἀνοήτους καὶ βραδεῖς τῇ καρδίᾳ καλεῖ, ἐξεγείρων αὐτοὺς διὰ τούτου κατὰ βραχὺ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν. Εἰ γὰρ καὶ τὴν φήμην τῆς ἀναστάσεως εἶπον ἐκεῖνοι τὴν διὰ τοῦ Πέτρου καὶ Ἰωάννου, ἀλλ’ οὐχ ὡς πιστεύοντες τοῦτο ἔλεγον. Διὸ καί φησιν, ὅτι “ἐξέστησαν “ἡμᾶς αἱ γυναῖκες,” οὐκ εὐαγγελισμὸν ἀληθείας καὶ φωτισμὸν τοῦτο νομίζοντες, ἀλλ’ ὡς ἐκ ταραχῆς τινος καὶ φαντασίας εἰπουσῶν αὐτῶν τὰ περὶ τῆς ἀναστάσεως, καὶ τὴν αὐτοῦ γε τοῦ Πέτρου μαρτυρίαν καὶ τοῦ Ἰωάννου, τὰ ὀθόνια μόνα ἐπὶ τοῦ μνήματος ἑωρακότων, οὐκ ἀληθοῦς ἀναστάσεως τεκμήριον ὑπελάμβανον τοῦτο, ὅτι μὴ αὐτὸν ἰδεῖν ἔλεγον· “καὶ” γάρ φησιν, “ἀπῆλθόν τινες “τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω, καθὼς καὶ αἱ “γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.” αὐτὸς δὲ τῆς τοιαύτης ἀπιστίας τελείως αὐτοὺς ἐλευθερῶσαι βουλόμενος, ἀνεμίμνησκε τῶν παλαιῶν προρρήσεων, παράγων εἰς μαρτυρίαν Μωσέα τε καὶ τοὺς προφήτας, ἑρμηνεύων τὰ ἐπικεκρυμμένα, καὶ τὰ πρὸς τοὺς ἀναξίους ἀσαφῆ τοῖς ἀξίοις σαφηνίζων. Ἐπειδὴ δὲ τέως “οἱ “ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτὸν,” ὥς φησιν ὁ Εὐαγγελιστὴς, ἕως οὗ ὁ λόγος τῆς τοῦ Σωτῆρος διδασκαλίας εἰσελθὼν εἰς τὰς καρδίας αὐτῶν, εὐπαράδεκτον τὴν πίστιν εἰργάσατο, ὅτε λοιπὸν ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, τότε καὶ τὴν ὄψιν ἐμφανῆ καθίστησιν αὐτοῖς· οὐ μὴν συμπαραμένει· “καὶ αὐτὸς γάρ φησιν, ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν οὐκέτι γὰρ μετὰ τὴν ἀνάστασιν τὰ τοῦ Κυρίου πρὸς τοὺς μαθητὰς τοιαῦτα οἷα τὰ πρότερον, ὅπως ἐκ τούτου πλειόνως τὸν πόθον ἐπαυξήσωσιν. “Ἀναστάντες δὲ αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ,” καὶ τὰ ἑξῆς· τουτέστιν, ἐν αὐτῇ μὲν τῇ ὥρᾳ ἐν ᾗ ἄφαντος ἀπ’ αὐτῶν ἐγένετο ὁ δεσπότης Χριστὸς, ὑπέστρεψαν μὴ βλέψαντες. οὐκ αὐτῇ δὲ τῇ ὥρᾳ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα, καὶ ἀπήγγειλαν τὰ κατὰ τὸν Κύριον Ἰησοῦν, ἀλλὰ μετά τινας ὥρας, ὅσας εἰκὸς ἦν αὐτοὺς ποιῆσαι τὸ διάστημα τῶν ἑξήκοντα a σταδίων βαδίζοντας, ἐν αἷς πάντως καὶ ὁ δεσπότης ὤφθη τῷ Σίμωνι, “αὐτοὶ δὲ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ “κλάσει του ἄρτου.” “Ταῦτα δὲ,” φησὶ, “λαλούντων αὐτῶν, αὐτὸς ἔστη ἐν μέσῳ “αὐτῶν,” καὶ τὰ ἑξῆς, οὐκέτι κρατουμένων τῶν ὀφθαλμῶν αὐτῶν ἐπεφαίνετο αὐτοῖς, οὐδὲ ὡς περὶ ἑτέρου διαλέγεται, ἀλλ’ ἑαυτὸν ἐμφανῆ δίδωσι, καὶ θαρρεῖν παρακελεύεται. οἱ δὲ οὕτως ἦσαν ἀμφίβολοι καὶ δεδιότες, ὡς νομίζειν οὐκ αὐτὸν βλέπειν, φάντασμα δέ τι καὶ σκιάν. Αὐτὸς δὲ καὶ ἐκ τῶν τοιούτων λογισμῶν κατευνάζων αὐτοὺς τὸ ἐντριβὲς αὐτοῖς καὶ οὐκ ἄηθες ἀπεφθέγγετο ῥῆμα, εἰπὼν, “εἰρήνη ὑμῖν·” ἵνα δὲ βεβαίως καὶ ἐνδοιασμοῦ δίχα πιστεύσωσιν, αὐτὸν ἐκεῖνον εἶναι τὸν πεπονθότα, διαδείκνυσιν εὐθὺς, ὅτι Θεὸς ὣν φύσει, γινώσκει τὰ κρυπτὰ τῆς καρδίας, τὸν ἐν αὐτοῖς τῶν ἐννοιῶν οὐκ ἠγνόει θόρυβον. Φησὶ γὰρ “τί τεταραγμένοι ἐστε, καὶ τὰ ἑξῆς. Δείκνυσι δὲ τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ ψηλαφᾷν ἐπιτρέπει, καὶ πληροφορεῖσθαι διὰ τρόπου τινὸς,” ὅτι τὸ πεπονθὸς ἐγήγερτο σῶμα. Διὸ μηδεὶς συκοφαντείτω τὴν κοινὴν ἡμῶν ἀνάστασιν, ἀλλὰ περὶ τοῦ ἀνθρωπίνου σώματος ἀκούων, “ὅτι σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα “πνευματικὸν,” μὴ ἀπαρνήσηται τῶν ἀνθρωπίνων σωμάτων τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν· ὥσπερ γὰρ ψυχικὸν ἐστὶ τὸ ταῖς ψυχικαῖς, ἤγουν σαρκικαῖς ἐπιθυμίαις ἀκολουθοῦν, οὕτω καὶ πνευματικὸν τὸ τοῖς τοῦ Ἁγίου Πνεύματος θελήμασιν ὑποκείμενον. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν οὐκ ἔστιν ἔτι φιλοσαρκίας καιρὸς, ἀλλὰ παντελῶς ἀπρακτήσει τῆς ἁμαρτίας τὸ κέντρον. Αὐτὸ μέντοι τὸ κατενεχθὲν εἰς τὴν γῆν τῆς ἀφθαρσίας ἐνδύσεται. Χρὴ δὲ σκοπῆσαι διὰ πόσων τοὺς ἰδίους μαθητὰς περὶ τῆς αὐτοῦ ἀναστάσεως ὁ δεσπότης Χριστὸς ἐπιστώσατο· πρῶτον μὲν διὰ τοῦ εἰπεῖν, “ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα δεύτερον δία τὸ ὑποδεῖξαι αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, τρίτον, διὰ τὸ ἐπιζητῆσαι βρώσιμόν τι καὶ φαγεῖν ἐνώπιον αὐτῶν, ἣ καὶ δι’ οὐδὲν ἕτερόν τι τοῦτο πεποίηκεν, ἣ ἵνα δείξῃ σαφῶς, ὡς αὐτός ἐστι ὁ ἀνάστας ἐκ νεκρὼν, ὃς πρὸ του σταύρου καὶ πάρα πάντα τον καιρὸν τῆς οἰκονομίας συνεσθίων καὶ συμπίνων αὐτοῖς, καὶ συναναστρεφόμενος ἀνθρωπίνως· οὐδὲ γὰρ, ὡς δεομένης ἔτι τροφῆς τῆς σαρκὸς αὐτοῦ, ἔφαγε μετὰ τὴν ἀνάστασιν. Εἶτα διανοίξας αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς περὶ αὐτοῦ λεγούσας γραφὰς, ὅτι δεῖ b πάντα πληρωθῆναι καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν, “καθίσατε,” προστάξας αὐτοῖς, “ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε “δύναμιν ἐξ ὕψους,” ἐξαγαγὼν αὐτοὺς ἕως πρὸς Βηθανίαν, ἐπάρας τὰς χεῖρας, εὐλόγησεν αὐτούς. τοῦτο δὲ χρὴ νοεῖν ἡμᾶς ἐν τῇ μ΄ ἡμέρᾳ τῇ μετὰ τὴν ἀνάστασιν γεγονέναι, κατὰ τὸ ἐν ταῖς Πράξεσιν ἱστορημένον. Ἃ γὰρ ἐπιτεμόντες οἱ Εὐαγγελισταὶ εἰρήκασι, ταῦτα τῷ πλάτει τῆς ἱστορίας ἐξαπλοῦται καὶ σαφη- νίζεται. Εὐλογήσας δὲ αὐτοὺς, καὶ βραχὺ προελθὼν, ἀνεφέρετο εἰς τὸν οὐρανὸν, ἵνα σύνεδρος εἴη τῷ Πατρὶ, καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ γεγονὼς ὁ Λόγος. Ἥξει δὲ, ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων Ἀγγέλων, καὶ παραλήψεται ἡμᾶς μεθ’ ἑαυτοῦ. Δοξολογήσωμεν τοίνυν αὐτὸν τὸν ἐνανθρωπήσαντα δι’ ἡμᾶς Θεὸν Λόγον, τὸν ἑκουσίως παθόντα σαρκὶ, καὶ ἀναστάντα ἐκ νεκρῶν, καὶ λύσαντα τὴν φθοράν· τὸν ἀναληφθέντα, καὶ μετὰ τοῦτο ἥξοντα μετὰ δόξης πολλῆς ἐπὶ τὸ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· δι’ οὗ καὶ μεθ’ οὗ, τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Παναγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐπληρώθη ἡ ἑρμηνεία τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου· ὁμοῦ κεφάλαια ΣΝ.