Ancient Greek
ΚΕΦ. ς.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ς..1
Not analysed yet
Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην. Ερωτηθεὶς δὲ ὁ Ἰωάννης παρὰ τῶν ὄχλων τὸ τί ποιήσομεν ; αὐτὸς καθάπερ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τὸ πρόσφορον τέθεικε βοήθημα, τοῖς μὲν ὄχλοις φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κε. λεύω τελώναις δὲ τὴν εἰς ἀκαθέκτους πλεονεξίας ἀποκλείων ὁδὸν, τοῖς γε μὴν στρατιώταις τὸ μηδένα διασείειν πανσόφως ἐπιφωνῶν· οὐδένα γὰρ ἀποβάλλεται Θεὸς, ὀρθῶς καὶ δικαίως πολιτευόμενον· οὕτω δὲ ἦν μέγας καὶ ἀξιάγαστος ὡς εἰς ὑπονοίας ἐλθεῖν τοὺς τῶν Ἰουδαίων δήμους, μὴ ἆράγε αὐτὸς εἴη ὁ Χριστὸς, ὁ ὑπὸ προφητῶν ἁγίων προκεκηρυγμένος. αὐτὸς δὲ τὴν τοιαύτην αὐτῶν ὑποψίαν ἀποκόπτων ἔλεγεν ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, καὶ τὰ ἑξῆς, ἕως “κατακαύσει πυρὶ ἀσβέστῳ.” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ὠριγένουσ. Τρία τάγματα εἰσήγαγε, πυνθανομένου τοῦ Ιωάννου, ἓν μὲν, ὠνόμασεν ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα, ἄλλο δὲ ὠνόμασε τελώνας, τρίτον δὲ ὠνόμασε στρατιώτας. Τοῦ Αὐτοῦ. Γενόμενος ἐγὼ κατὰ τὸν τόπον εἰ αὐτὴ ἡ ἐντολὴ, ὅσον ἐπὶ τῶν ῥητῶν τῷ ὄχλῳ, ἁρμόζει· “ὁ ἔχων “δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι·” ὅτι γὰρ τοῖς Ἀποστόλοις ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφόντων, ὡς ὑπὸ τοῦ Σωτῆρος πρὸς αὐτοὺς εἰρημένον, ἐν οἷς ἔλεγεν αὐτοῖς, “μηδὲ δύο χιτῶνας εἰς “ὁδὸν ἆραι, ἀλλ’ ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμνότητος δύνασαι παραλαβεῖν εἰς τὸ “ὁ “ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι.” θέλει γὰρ ἡμᾶς ὡς μηδὲ δύο χιτῶνας ἔχειν, καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸ παλαιὸν, πῆ δὲ τὸ νέον· ἀλλ’ ἐκδύσασθαι μὲν τὸ ἕτερον, τὸ δὲ ἕτερον ἔχειν. ἅμα δὲ ἐζήτουν τὸ “μεταδότω τῷ μὴ ἔχοντι. τίς δέ ἐστιν ὁ μὴ ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ εὐσκεπασμένον ὥστε αὐτῷ μεταδιδόναι ; οὐ τοῦτο λέγω, ὅτι οὐ δύναται καὶ καθ’ ὑπερβολὴν τοῦτο προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐνδύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς. Εἰπὼν δὲ ὅτι πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαὸν, ἔδειξεν ὅτι ὁ τὸν λόγον τοῦ Εὐαγγελίου διδάσκων, πολλὰ σωτήρια εὐαγγελίζεται διδάγματα. Τὸ δὲ ἐπαγόμενον, ὅτι “Ἡρώδης τετράρχης ἐλεγχόμενος ὑπ’ αὐτοῦ καὶ τὰ ἑξῆς ἕως ἐν τῇ φυλακῇ προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. ὁμοίως δὲ καὶ περὶ τοῦ βαπτισμοῦ. Ὁ δὲ Ἡρώδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ. Ωριγένουσ. Οὗτος παρανόμως ἔγημε τὴν γυναῖκα τοῦ ἀδελ- φοῦ αὐτοῦ παρὰ τὸν Μωϋσέως νόμον· ἀλλ’ ὁ ἀκατάπληκτος Ἰωάννης ὁ μηδενὸς πρόσωπον λαμβάνων, οὐ φοβηθεὶς τὴν βασιλικὴν ἐξουσίαν, οὐδὲ ἧττον πληρῶν προφητικὴν παρρησίαν, ἤλεγξε τὸν Ἡρώδη ἐπὶ τῇ παρανόμῳ τοῦ γάμου, καὶ κατεκλείσθη εἰς φυλακὴν, καὶ μὴ μεριμνῶν θάνατον, ἐμερίμνα περὶ Χριστοῦ. Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχό- μενος. τριακονταέτης δὲ ἐπὶ τὸ βάπτισμα παρεγένετο, ἐπειδὴ μεμαρτυρημένη ἐστὶν ἡ ἡλικία αὕτη, ὥστε μέγα οὖσα, ἅμα δὲ καὶ ἵνα δείξῃ, ὅτι τελείους ἄνδρας ἀποτίκτει κατὰ τὴν νοητὴν ἡλικίαν πνευματικὴ ἀν’ οὕτω γὰρ καὶ ὁ πρῶτος ἄνθρωπος τέλειος ἐπλάσθη, καὶ εὐθέως ἐν τῷ παραδείσῳ τεθεὶς, ὡς τέλειος ἐντολὴν καὶ νόμον ἔλαβε, καὶ ἐπετρέπετο τοῦ παραδείσου τὴν ἐργασίαν καὶ φυλακήν. Περὶ τὴν κατὰ σάρκα γέννησιν τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ τὸν μὲν Ματθαῖον ἀπὸ Σολομῶντος αὐτὸν γενεαλογεῖν, καὶ φθάνειν εἰς τὸν Ματθαῖον καὶ Ἰακὼβ καὶ Ἰωσὴφ, καὶ ἀμφιβόλως ἕκαστον αὐτῶν, ἕτερον δὲ καὶ ἔτι καταλέγειν γένος· καὶ δοκεῖ τῶν ἀδυνάτων εἶναι τὸν Ἰωσὴφ τὸν νομισθέντα ἄνδρα τῆς παναγίας θεοτόκου καὶ ἀεὶ παρθένου Μάριας, τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ἐσχηκέναι πατέρα· ἀλλὰ κατανοήσας μὲν τὴν λύσιν τῆς δοκούσης διαφωνίας. τρίτος ἀπὸ τέλους κατὰ τὴν τοῦ Ματθαίου γενεαλογίαν ἐστὶν ὁ Ματθαῖος, πέμπτος δὲ ἀπὸ τέλους, κατὰ τὴν τοῦ Λουκᾶ ὁ Μελχί· τούτων τῶν δύο κατὰ διαφόρους χρόνους, γαμετὴ γέγονεν ἡ Ἐσθᾶν· τοῦ γὰρ Ματθᾶν προειληφότος αὐτὴν καὶ παιδοποιήσαντος ἐξ αὐτῆς τὸν Ἰακὼβ, καὶ τελευτήσαντος, χήραν αὐτὴν οὖσαν, ἐκ τῆς αὐτῆς ὣν φυλῆς, ἄλλης δὲ συγγενείας, ἠγάγετο ὁ Μελχὶ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς τὸν Ἠλί, ὁ δὲ Ἰακὼβ τοιγαροῦν καὶ ὁ Ἠλὶ ὁμομήτριοι τυγχάνουσιν ἀδελφοὶ ἐκ τῆς Ἐσθᾶν. εἰς Ἐσθᾶν c δὲ τοῦ Ἠλὶ γυναῖκα καὶ ἀτέκνου τελευτήσαντος, κατὰ τὸν νόμον εἰσῆλθε πρὸς αὐτὴν ὁ Ἰακὼβ, ὡς ἀδελφὸς παιδοποιήσας τῶ τελευτήσαντι ἀδελφῷ τῷ Ἠλί· ἐπαιδοποίησεν οὖν τὸν Ἰωσὴφ, καὶ ηὑρέθη ὁ Ἰωσὴφ, υἱὸς μὲν ὣν τῇ φύσει τοῦ Ἰακὼβ, νόμῳ δὲ τοῦ Ἠλὶ, καὶ τὸ γένος ὅθεν ὁ Ἰακὼβ κατάγεται. ὅδε γε Λουκᾶς τὸν κατὰ νόμον λέγων πατέρα τοῦ Ἰωσὴφ τὸν Ἠλί κατάγεται· προσηκόντως δὲ ὁ μὲν τοῦ κατὰ φύσιν, ὁ δὲ τοῦ κατὰ νόμον πατρὸς μέμνηται· ἵνα δείξωσιν, ὅτι ἐξ ἀμφοτέρων τῶν πατρῶν, τοῦ τε κατὰ τὸν νόμον, τοῦ τε κατὰ τὴν φύσιν, εἰς τὸν Δαβὶδ ἀνατρέχει τὸ γένος· ὅθεν τῶν δύο πατέρων εἰς τὸν Δαβὶδ ἀνατρεχόντων, καὶ Ἰουδαίων καὶ Ἑλλήνων πᾶσι περιείρηται ἀμφισβήτησις καὶ ἅπαν σκάνδαλον. Τοῦ ἀγίυ Κυρίλλου. βαπτίζεται δὲ ὁ Ἰησοῦς, εὐλογῶν τὰ ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἄγιος γάρ ἐστιν Ἀγίων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαίνομεν δι’ αὐτοῦ. Ἀνοίγει τοὺς οὐρανοὺς, οὓς ἔκλεισεν ὁ πρῶτος Ἀδὰμ, δηλῶν ὡς ἡ τοῦ βαπτίσματος δύναμις ἄνοδός ἐστιν εἰς τὸν οὐρανόν· ἡμῖν γὰρ ἅπαντα ἔπραττεν ὁ οὐράνιος τοῦ ἁγιασμοῦ καὶ τῆς ἡμετέρας λυτρώσεως ἀπαρχόμενος . οὕτω καὶ τὸ Πνεῦμα δι’ ἡμᾶς κάτεισιν εἰς αὐτόν· Πνεῦμα δὲ οὐχ ἓν τῶν λειτουργικῶν πνευμάτων, ἀλλὰ τὸ αὐτοῦ τοῦ Θεοῦ, τὸ ὁμοούσιον καὶ συμβασιλεῦον αὐτῷ καὶ τῷ Πατρί. Εἰ δέ φησι, πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, ἵνα δειχθείη σαφῶς ὡς εἷς ἐστιν ὁ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης Θεός· καὶ εἰς ὑπόμνησιν ἀγάγῃ τοῦ ἐπὶ Νῶε κατακλυσμοῦ. Ὥσπερ γὰρ τότε περιστερὰ τὴν κατάπαυσιν εὐηγγελίσατο τῆς ὀργῆς τοῦ Θεοῦ, οὕτω καὶ νῦν περιστερὰν εἶδον, μηνύει τὸν τῆς ἁμαρτίας κατακλυσμὸν καὶ τὴν τοῦ κόσμου διαλλαγήν. Ὁ ἐν ἡμῖν πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτος τὸ Πνεῦμα· καίτοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις, τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων, περί τε αὐτοῦ καὶ ἡμῶν· “ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, “δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων, ἀπαγ- “γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.”