# Catena In Marcum ΚΕΦ. ΙΒ.

Catenae (Novum Testamentum), Catena In Marcum, ΚΕΦ. ΙΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-marcum/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%92.

Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτὸν, καὶ ἦν παρὰ τὴν θάλασσαν. καὶ ἰδοὺ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ. καὶ παρεκάλει αὐτὸν πολλὰ, λέγων, ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. καὶ ἀπῆλθε μετ’ αὐτοῦ, καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, καὶ συνέθλιβον αὐτόν. Θαῦμα δὲ πάλιν ἕτερον διαδέχεται. ἄρχων γὰρ τῆς συναγωγῆς ἀπαντᾷ πρὸς τὸν Κύριον, οὐ προλαμβάνων εὐγνωμοσύνῃ τὴν πίστιν, ἀλλ’ ἀναγκαζόμενος ὑπὸ νόσου τῆς θυγατρός. ὄνομα δὲ ἦν αὐτῷ Ἰάειρος. τὸ ὄνομα κεῖται διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γεγονὸς ἵνα γένηται τὸ ὄνομα ἀπόδειξις τοῦ θαύματος. παρεκάλει δὲ τὸν Ἰησοῦν ὑπὲρ ἰδίας θυγατρὸς, ἣν Ματθαῖος μὲν τετελευτηκέναι φησὶ, Μάρκος δὲ τότε μὲν y ἀρρωστεῖν δεινῶς, ὕστερον δὲ ἐλθόντος τινὸς τῶν τοῦ ἀρχισυναγώγου, ἐν ὅσῳ ἀπιέναι ὁ Κύριος ἔμελλεν, ἀπαγγεῖλαι ὅτι δὴ τετελεύτηκε, καὶ περιττὸν αὐτῷ τὸ σκύλλον· τὸν διδάσκαλον. ἐπειδὴ γὰρ ὡς διδάσκαλον ἐνόμιζον αὐτὸν καλεῖσθαι, ἵνα ἐλθὼν ἐπεύξηται τῇ παιδὶ a, ἐνόμισαν μηκέτι αὐτοῦ χρείαν εἶναι διὰ τὸ τεθνηκέναι αὐτήν. οὐκ εἰδότες ὅτι δυνατὸς ἦν καὶ ἀποθανοῦσαν ἀναστῆσαι. τοῦτο μὲν οὖν οὕτως ἔχει. Ματθαῖος δὲ τοῦτο τὸ πρᾶγμα b μόνον εἶπε c γενόμενον, ὡς ἃν δι’ ἑκατέρου ὁμοίως ἐκείνου σημαινομένου ὅτι δὴ νεκρὰν ἤγειρεν, συν- τόμως εἶπεν d ὅτι τετελεύτηκε, παρεὶς τὴν ἀκρίβειαν. ὑπισχνεῖται ὁ Κύριος ἀπελεύσεσθαι e καὶ ἀναστήσειν αὐτῷ τὴν παῖδα. εἵποντο δὲ αὐτῷ καὶ οἱ μαθηταί.

---

Catenae (Novum Testamentum), Catena In Marcum, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg002.local001/.
