Ancient Greek · ~6 min
ΠΡΟΛΟΓΟΣ ΕΙΣ THN ΕΡΜΗΝΕΙΑΝ ΤΩΝ ΕΞΗΓΗΤΩΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Catenae (Novum Testamentum), Catena In Matthaeum ΠΡΟΛΟΓΟΣ ΕΙΣ THN ΕΡΜΗΝΕΙΑΝ ΤΩΝ ΕΞΗΓΗΤΩΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Not analysed yet
ΧΡΗ τὸν ἐντυγχάνοντα τῇδε τῇ βίβλῳ γινώσκειν ὅτι πολλῶν πονημάτων ἁγίων καὶ ὀρθοδόξων πατέρων, οὐ μὴν ἀλλὰ καὶ ἀδοκίμων ἐξηγητῶν, καὶ τῆς τῶν αἱρετικῶν μοίρας τυγχανόντων, αἱ παραγραφαὶ ἔγκεινται, ἐκφυγοῦσαι ὡς ἔνεστι τὰ τῆς ἐκκλησιαστικῆς σιαστικῆς παραδόσεως ἀπᾴδοντα δόγματα τὰ ὑπὸ τῶν αἱρετικῶν εἰρημένων. Καὶ τοῦτο δὲ οὐκ αὐτονόμως πεποίηκα b, ἀλλὰ ἀκολουθήσας τῷ ἁγιωτάτῳ ἡμῶν πατρὶ τῷ τῆς Ἀλεξάνδρου φιλοχρίστου χρίστου μεγαλοπόλεως ἀρχιεπισκόπῳ Κυρίλλῳ, φήσαντι ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ. “ὅτι c οὐ πάντα ὅσα λέγουσιν οἱ “αἱρετικοὶ, φεύγειν καὶ παραιτεῖσθαι χρή. πολλὰ γὰρ ὁμολο- “γοῦσιν, ὡν καὶ ἡμεῖς ὁμολογοῦμεν· καὶ τοῦτο προσθῆναι “ἀναγκαῖον ᾠήθην τῷδε d τῷ προοιμίῳ, πρὸς φανέρωσιν καὶ σαφή- “νειαν τοῖς ἐντυγχάνουσιν· ἱν· ἴστωσαν e γὰρ, ὡς οὐ μόνον διαφόρως “ἠνέχθησαν ἐν τοῖς νοήμασι τῆς θεοπνεύστου γραφῆς οἱ ταύτην “ἡρμηνευκότες ἀλλὰ δὴ καὶ αὐτὰ τὰ ῥητὰ τῆς αὐτῆς θείας “γραφῆς οὐκ ἴσως διεστείλαντο, καὶ οὕτως τὴν ἑρμηνείαν ἐπι- “θείκασι g. ὁ μὲν γὰρ πλείους, ὁ δὲ ἥττους ῥήσεις προθέμενος “τὴν ἐξήγησιν ἐποιήσαντο καὶ ἐκ τούτου δοκοῦσιν οἱ ἀριθμοὶ “οἱ τοῖς κεφαλαίοις ἐπικείμενοι, ἀναχαιτίζειν i τοὺς τὸ ἔδαφος “ἀναγινώσκοντας εἰς τὸ πρόσω φαίνειν k. χρὴ οὖν ἓν 1 καὶ δεύ- “τερῶν καὶ m τρίτον κεφάλαιον τοῦ ἐδάφους τῆς θείας γραφῆς “ἀναγινώσκειν, καὶ οὕτω τὰς ἐγκειμένας ἑρμηνείας, ἱν εὐσύνοπτα ἔσται τοῖς ἐντυγχάνουσι τὰ νοήματα n. . . . . . . . . .