Ancient Greek
Book 10
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 10.9
Not analysed yet
Καὶ λέγει μοι, λάβε. Γλυκεῖα μέν σοι, φησὶν, ἡ τῶν μελλόντων γνῶσις, πικρανεῖ δέ σου ὅμως τὴν κοιλίαν, δηλαδὴ τὴν καρδίαν, τὴν τῶν λογικῶν τροφῶν χωρητικὴν, τῇ συμπαθείᾳ τῶν τὰς θεηλάτους κατὰ θεῖον κρίμα δεχομένας μάστιγας. νοεῖται δὲ καὶ ἑτέρως. ἐπείπερ ἅγιος ὢν, τῇ πείρᾳ τῶν πράξεων οὐκ ἐγεύσατο, διὰ τῆς τοῦ βιβλίου καταπόσεως, τοῦ τὰς πράξεις τῶν ἀνοσιουργῶν περιέχοντος· τὸ ἐν ἀρχαῖς τῆς ἁμαρτίας γλυκὺ, πικρὸν δὲ μετὰ τὴν πρᾶξιν διὰ τὴν ἀμοιβὴν διδάσκεται. Γλυκεῖα ἡ βίβλος ἐν τοῖς προοιμίοις διὰ τὰ φαιδρὰ, ἐπίπονος δὲ πρὸς τὰ τέλη διὰ τὰς πληγὰς, ὥσπερ καὶ ἡ ἁμαρτία γλυκεῖα τῇ γεύσει, πικρὰ δὲ τῇ πέψει, καὶ τῇ ἀναδόσει. συμπαθεῖς δὲ ὄντες οἱ ἅγιοι, μετὰ χαιρόντων χαίρουσι, καὶ μετὰ κλαιόντων κλαίουσι.