Ancient Greek
Book 11
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 11.12
Not analysed yet
Καὶ ἐθεώρησαν αὐτούς. Ἴσως μὲν αἰσθητῶς τότε ταῦτα γενήσεται, νοητῶς δὲ τὸν σεισμὸν τὴν τῶν σαλευομένων μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομίζομεν. τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν τῷ τῆς ἀσεβείας πτώματι, μήτε τῇ ἐκείνων ἁρπαγῇ σωφρονιζόμενον, ὡς τῶν λοιπῶν σωθησομένων· αἱ γὰρ ἑπτὰ χιλιάδες ἀναιρούμεναι, τοὺς τῷ ἑβδοματικῷ τοῦ παρόντος βίου χρόνῳ προστετηκότας, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνονται οὓς καὶ ἀποκτανθῆναι ἐπάναγκες, τὸν ἐν γεέννῃ δεύτερον θάνατον τὴν αἰώνιον κόλασιν, ἢ τυχὸν ἑπτακισχίλιοι ἔσονται οἱ ἐξ Ἰουδαίων τῷ Ἀντιχρίστῳ πειθόμενοι.