# Commentarius In Apocalypsin 12.18

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/12.18

Καὶ ἐστάθην ἐπὶ τὴν ἄμβον. Τινὲς μὲν τὸ θηρίον τοῦτο δευτερεύουσαν τινὰ δύναμιν τοῦ Σατανᾶ τῶν λοιπῶν δαιμόνων ἄρχουσαν ἐξειλήφασιν. τὸ δὲ μετ’ αὐτὸ ἐκ τῆς γῆς ἀνιὸν, τὸν Ἀντίχριστον· παρ’ ἄλλοις δὲ εἰς τὸν Ἀντίχριστον τὸ παρὸν θηρίον ἐξείληπται, ἐκ τῆς φιλοταράχου τοῦ βίου τούτου θαλάσσης καὶ πολυκύμονος ἐξερχόμενον. τὰ δὲ δέκα κέρατα σὺν τοῖς διαδήμασι καὶ ἑπτὰ κεφαλαῖς τήν τε τοῦ διαβόλου πρὸς αὐτὸν ἕνωσιν αἰνίττονται, ταῦτα γὰρ αὐτῷ ἀνωτέρῳ ἑρμηνεύεται, τήν τε εἰς δέκα τῆς γῆς βασιλείας ἐπ’ ἐσχάτων διαίρεσιν, καὶ τὴν τῷ κόσμῳ τούτῳ σύστοιχον ἑβδοματικὴν βασιλείαν· ἑπτὰ μὲν ἡμέραις ἐκμετρουμένην, ἑπτὰ δὲ διαδοχαῖς διαιρουμένην· κἀς ἣν ἄρχων τοῦ αἰῶνος τούτου κέκληται ὁ ἐνεργῶν ἐν αὐτῷ Σατανᾶς. ὀνόματα δὲ βλασφημίας ἐν ταῖς κεφαλαῖς αὐτοῦ, τουτέστιν τοῖς ὑπασπισταῖς αὐτοῦ· οὗτ’ οἱ γὰρ ἐξ ἀρχῆς τὸν Χριστόν. βλασφημεῖν οὐ παύονται.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
