Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.18
Not analysed yet
Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν. Καὶ ἐκ τούτου μανθάνομεν τὰς ἀγγελικὰς δυνάμεις ἐπιτετάχθαι τοῖς κτίσμασιν, τὴν μὲν τοῖς ὕδασι, τὴν δὲ τῷ πυρὶ, τὴν δὲ ἑτέρῳ τινὶ μέρει τῆς κτίσεως. τούτου τοίνυν τὸ τιμωρητικὸν διὰ τὸ ἐπιτετάχθαι τῷ πυρὶ μανθάνομεν τῶν ὑπερτέρων Ἀγγέλων ὄντα ἐγκελεύσασθαι μετὰ κραυγῆς τῷ τὸ δρέπανον ἔχοντι, τρυγῆσαι τοὺς τῆς ἀμπέλου τῆς γῆς βότρυας, δι’ ὧν οἱ τὸ ποτήριον τοῦ θυμοῦ Κυρίου πληροῦντες ἀσεβεῖς καὶ παράνομοι χαρακτηρίζονται· θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων, ἀντὶ οἴνου εὐφροσύνης τῷ ἀγαθῷ γεωργῷ καρποφορήσαντες.