Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.20
Not analysed yet
Καὶ ἐπατήθη ἡ ληνός n. Ἐντεῦθεν δείκνυται ὅτι ἔξω τῆς ἐπουρανίου πόλεως Ἱερουσαλήμ ἐστὶν ὁ τῆς βασάνου τόπος καὶ τῶν ταύτης ἀξίων. τὸ δὲ αἶμα αὐτῶν ἄχρι τῶν χαλινῶν τῶν ἵππων φθάσαι ἀπὸ σταδίων ᾳχ σημαίνειν εἰκὸς, τὸ μηκόθεν μὲν διὰ τῶν τιμωρῶν Ἀγγέλων, οὓς τροπικῶς ἵππους ὀνομάζειν τὴν θείαν γραφὴν σύνηθες· μέχρι δὲ τῶν χαλινῶν αὐτῶν φθάνειν τὰς ἐκείνων οἰμωγάς φησί· χαλινούς δὲ αἱ ἅγιαι δυνάμεις, τὸ θεῖον ἔχουσι πρόσταγμα. δυνατὸν δὲ καὶ ἑτέρως νοηθῆναι τὸ εἰρημένον. ὅτι περ ἐπειδὴ ἵπποι θηλυμανεῖς ταῖς ἡδοναῖς ἐγκείμενοι οἱ παράνομοι γεγόνασιν, ἄχρι τῶν χαλινῶν ταῖς τιμωρίαις ληφθήσονται, ὅτι χαλινὸν ἐν ταῖς ἡδοναῖς οὐκ ἔγνωσαν. διὰ δὲ τῶν ᾳχ σταδίων, τὸ μέγα χάσμα τὸ διαχωρίζον τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν διδασκόμεθα· διὰ τὸ ἐν πονηρίᾳ τέλειον καὶ τὸ βδελυκτὸν ἐν ταῖς πράξεσι, τῆς μὲν δεκάδος τῶν ἑκατοντάδων δηλούσης τῆς κακίας τὸ μέγεθος τελέως· τῆς δὲ ἑξάδος τὴν ἐπιμελῆ αὐτῶν τῆς ἁμαρτίας ἐργασίαν, διὰ τὴν παράχρησιν τῆς ἐν ἑξαημέρῳ δημιουργηθείσης κτίσεως, καὶ τὸ ἐν χ ἔτει τοῦ Νῶε κατακλυσθῆναι πᾶσαν τὴν γῆν.