# Commentarius In Apocalypsin 16.19

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/16.19

Καὶ ἐγένετο ἡ πόλις μεγάλη. Πόλιν μεγάλην οὐ πλήθει καὶ μεγέθει οἰκοδομημάτων, ἀλλ’ ἐν θεοσεβείᾳ ἀρχαιοτάτην καὶ μεγίστην τὴν Ἱερουσαλὴμ ὑπολαμβάνομεν, ἅτε μεγαλυνθεῖσαν τοῖς Χριστοῦ παθήμασι καὶ ἀντιδιαστελλομένην ταῖς ἐθνικαῖς πόλεσιν, ταύτην τὴν εἰς τρία τομὴν φασὶ, τῶν ἐν αὐτῇ Χριστιανῶν, Ἰουδαίων καὶ Σαμαρειτῶν, ἣ τῶν βεβαιοπίστων, καὶ τῶν ῥυπαραῖς πράξεσι μολυνάντων τὸ βάπτισμα, καὶ τῶν μηδ’ ὅλως προσδεξαμένων Ἰουδαίων τὸ κήρυγμα. νῦν μὲν γὰρ Ἰουδαῖοι καὶ Σαμαρεῖται, τῷ φόβῳ τῶν εὐσεβῶς βασιλευόντων τὰ οἰκεῖα κρύπτουσι βουλεύματα, καὶ σὺν ἡμῖν δοκοῦσι τάττεσθαι, ὡσαύτως δὲ καὶ οἱ ἀληθῶς Χριστιανοὶ τοῖς τὸ ὄνομα μόνον κεκτημένοις ἀναμὶξ τυγχάνουσιν. ὅταν δὲ ἡ τῶν πειρασμῶν τούτους ἐλέγξῃ πύρωσις, τότε ἡ εἰς τρία τομὴ διὰ τούτων γενήσεται, τῶν τε εὐσεβῶν τῶν τε δυσσεβῶν, τῶν τε ἁμαρτωλῶν, τῶν ὁμοτρόποις προσχωρούντων, καὶ πρὸς οἰκείαν μοῖραν ἀποκρινομένων. αἱ δὲ τῶν ἐθνῶν πόλεις πίπτουσαι δηλοῦσιν, ἣ τὴν αὐτῶν κατάπτωσιν, ἣ τῆς ἐθνικῆς πολιτείας τὴν ἔκλειψιν, τῇ παρουσίᾳ τῆς θείας βασιλείας. Καὶ Βαβυλὼν ἡ μεγάλη. Καὶ ἡ συγκεχυμένη φησὶ τοῖς εἰκαίοις τοῦ βίου περισπασμοῖς, καὶ μεγαλυνθεῖσα τῷ ἐξ ἀδικιῶν πλούτῳ πολυάνθρωπος πληθὺς, τὸ ποτήριον τῆς ὀργῆς τοῦ Θεοῦ πίεται ὡς ἐκ λήθης διὰ μακροθυμίας εἰς μνήμην ἐλθόντος τῆς τοῦ πατηθέντος δικαίου, καὶ τῆς ἐν λόγοις καὶ ἔργοις δυσσεβείας, ἐκδικήσεως.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
