Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.20
Not analysed yet
Καὶ πᾶσα νῆσος ἔφυγεν. Νήσους τὰς Ἐκκλησίας, καὶ ὄρη τοὺς ἐν αὐταῖς προὔχοντας νοεῖν ἀκόλουθον. φεύγειν δὲ τούτους ἐν τῷ καιρῷ τῆς τῶν προρρηθέντων ἐπαγωγῆς κατὰ τὸν τοῦ Κυρίου λόγον ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς, καὶ ἀπὸ δυσμῶν εἰς ἀνατολάς· ἔσται γὰρ θλίψις, οἵα οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται, τῶν μὲν δι’ ἁμαρτίας κολαζομένων, τῶν δὲ δι’ ἀρετὴν προσδοκιμὴν ὑπομενόντων τὰ δυσχερῆ.