# Commentarius In Apocalypsin 17.1

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/17.1

Τὸ κρίμα τῆς πόρνης. Ταύτην τὴν πόρνην τινὲς εἰς τὴν παλαιὰν Ῥώμην ὡς ἐπάνω ζ ὀρέων κειμένην ἐξέλαβον, τὰς δὲ ζ κεφαλὰς τοῦ αὐτὴν βαστάζοντος θηρίου· ζ βασιλεῖς τοὺς ἀσεβεστέρους, ἀπὸ Δομετιανοῦ μέχρι Διοκλητιανοῦ τὴν Ἐκκλησίαν διώξαντας. ἄλλοι δὲ ταύτην εἶναι τὴν καθ’ ὅλου ἐπίγειον βασιλείαν φασίν· ὡς ἐν ἑνὶ σώματι, ἣ τὴν μέχρι τῆς παρουσίας τοῦ Ἀντιχρίστου βασιλευομένην πόλιν. ἡ γὰρ παλαιὰ Ῥώμη πρὸ πολλοῦ τὸ τῆς ἀσεβείας1 κράτος ἀπέβαλεν. εἰ ὑποθώμεθα αὐτῇ τὸ ἀρχαῖον πάλιν ἀναστρέφειν ἀξίωμα. εἰ δὲ μὴ τοῦτο, ἔσται ἡ κρατοῦσα σήμερον. καὶ ἑτέρως δὲ νοητέον τῆς προρρηθείσης πόρνης τὴν ἐρήμωσιν, ἣν ὡς γυναῖκα ἑωρακέναι φησὶ τὸν Ἀπόστολον, διὰ τὸ τεθεμελιωμένον πρὸς ἁμαρτίαν καὶ ἄνανδρον. δρον. καθημένην δὲ ἐπὶ θηρίον κόκκινον, διὰ τὸ, τῷ διαβόλῳ τῷ φονίῳ καὶ αἱμοχαρεῖ ταύτῃ διὰ πονηρῶν πράξεων ἐπαναπαύεσθαι· διὸ συνεργὸς ἐν ταῖς κατὰ Θεοῦ βλασφημίαις τῷ ἀποστάτῃ γίνεται ὠμότητος καὶ ἀγριότητος καὶ φονικῆς γνώμης· τό τε θηρίον, τό τε κόκκινον χρῶμα γνώρισμα. περὶ δὲ τῶν ζ κεφαλῶν καὶ τῶν ι κεράτων, ἐν τοῖς ἑξῆς ἐκ τοῦ θείου Ἀγγέλου μαθησόμεθα.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
