Ancient Greek
Book 19
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 19.17
Not analysed yet
Καὶ εἶδον ἕνα ἄλλον. Τοῦτον ἕνα τῶν ὑπερεχόντων Ἀγγέλων εἶναι νομίζομεν, τοῖς λοιποῖς Ἀγγέλοις εὐφροσύνην ἐγκελευόμενον ἐπὶ τῇ τῶν ἁμαρτωλῶν κολάσει, καὶ τῇ τῆς ἁμαρτίας ἐκλείψει. ὄρνεα δὲ τοὺς Ἀγγέλους διὰ τὸ ὑψιπετὲς καὶ μετάρσιον πρὸς ἡμετέραν σαφήνειαν ὠνόμασεν, οἷς τροφή ἐστιν ἡ τοῦ θείου θελήματος ἐκπλήρωσις. ἐν μεσουρανήματι δὲ, ἵνα καὶ τοῖς Ἀγγέλοις καὶ τοῖς ἀνθρώποις μεθεκτὴ ἡ ἄνοδος, καὶ ἡ προλεχθεῖσα εὐφροσύνη γένηται, ὧν ἡ μεσιτεία ἀναγωγικὴ τῶν κάτω καθέστηκεν, δι’ ὧν οἱ ἅγιοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἁρπάζονται. Δεῦτε συνάχθητε εἰς τὸν δεῖπνον. Τὸ μὲν προηγούμενον τοῦ Θεοῦ θέλημα, ὃ καὶ εὐδοκία λέγεται, καὶ δεῖπνον αὐτῷ περιπόθητον, ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· τὸ δὲ δεύτερον κολασθῆναι τοὺς ἑαυτοῖς ἐπισπωμένους τὴν κόλασιν. τὸ τοίνυν πατρικὸν θέλημα ὁ Χριστὸς βρῶσιν οἰκείαν ἐκάλεσε. τοῦτο τοίνυν ἐνταῦθα δεῖπνον Θεοῦ ὀνομάζεται, μάζεται, τυγχάνον τῶν ἀνθρώπων ὧν ἕκαστος δι’ ἔργων ἐπεθύμησεν ἢ βασιλείας ἢ τιμωρίας. διὰ δὲ τῆς βρώσεως τῶν σαρκῶν αημαίνεται ὁ τῶν σαρκικῶν πάντων ἀφανισμὸς, καὶ ἡ τῶν ἀρχικῶν ἐπὶ γῆς ὀνομάτων ἔκλειψις. ἵππων δὲ μέμνηται, οὐχ ὡς αὐτῶν ἀναστησομένων, ἀλλὰ διὰ μὲν τούτων ἢ τοὺς θηλυμανεῖς, ἢ τοὺς ὑποβεβηκότας ἐν πονηρίᾳ, ἢ καὶ ἀμφότερα. διὰ δὲ τῶν ἐπιβατῶν αὐτῶν, τοὺς ἐν κακίᾳ προὔχοντας αἰνιττόμενος· ὃ καὶ παρακατιὼν ἐσαφήνισεν εἰπὼν, ἐλευθέρων τε καὶ δούλων, μικρῶν τε καὶ μεγάλων. διὰ μὲν τῶν ἐλευθέρων καὶ μεγάλων τοὺς μᾶλλον ἐξουσιαστικῶς ἁμαρτάνοντας. διὰ δὲ τῶν δούλων καὶ μικρῶν τοὺς ἧττον ἣ κατὰ γνώμην ἣ καθ’ ἡλικίαν ἢ κατὰ ἀσθένειαν.