# Commentarius In Apocalypsin 19.7

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/19.7

Καὶ ἡ γυνὴ αὐτοῦ. Tὸ βύσσινον τὴν Ἐκκλησίαν ἐνδεδύσθαι δηλοῖ τὸ λαμπρὸν τῶν ἀρετῶν, καὶ ἐννοήσει λεπτὸν καὶ ὑψηλὸν ἐν θεωρήμασιν. τούτοις γὰρ τὰ θεῖα ἐξυφαίνονται δικαιώματα. δεῖπνον δὲ Χριστοῦ ἡ τῶν σωζομένων ἑορτὴ καὶ εὐφροσύνη ἐναρμόνιος, ἧς μακάριοι οἱ τευξό- τευξόμενοι, καὶ τῷ ἁγίῳ τῶν καθαρῶν ψυχῶν νυμφίῳ εἰς τὸν αἰώνιον νυμφῶνα συνεισελευσόμενοι. πολλῶν δὲ ὄντων τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν, καὶ πᾶσαν ὑπερβαινόντων διάνοιαν, πολυωνύμως ἡ τούτων μετοχὴ προφέρεται· ποτὲ μὲν ὡς βασιλεία οὐρανῶν διὰ τὸ ἔνδοξον αὐτῆς καὶ τίμιον, ποτὲ δὲ ὡς παράδεισος διὰ τὴν ἀν- έκλειπτον τῶν ἀγαθῶν πανδαισίαν, ποτὲ δὲ ὡς κόλποι Ἀβραὰμ, διὰ τὴν ἐκεῖ τῶν κεκμηκότων ἀνάπαυσιν· ποτὲ δὲ ὡς νυμφὼν καὶ γάμος, οὐ μόνον διὰ τὴν εὐφροσύνην τὴν ἄληκτον, ἀλλὰ καὶ διὰ τὴν εἰλικρινῆ καὶ ἄρρητον τοῦ Θεοῦ πρὸς τοὺς αὐτοῦ δούλους συνά- φειαν, τοσοῦτον ὑπεραίρουσα τὴν τῶν σωμάτων πρὸς ἄλληλα κοι- νωνίαν, ὅσον φῶς σκότους, καὶ μύρον δυσωδίας διέστηκεν.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
