Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.9
Not analysed yet
Οἶδά σου τὰ ἔργα. Οἶδά σου, φησι, τὴν θλῖψιν καὶ τὴν πτωχείαν ἐν τοῖς σαρκικοῖς, ἣν ὑπομένεις δι’ ἐμὲ, μαστιζόμενος ὑπὸ τῶν ἀπίστων, καὶ τῶν ὑπαρχόντων στερούμενος· πλούσιος δὲ εἶ ἐν τοῖς πνευματικοῖς, ἔχων τὸν θησαυρὸν κεκρυμμένον ἐν τῷ ὀστράκῳ τῆς καρδίας σου. Καὶ τὴν βλασφημίαν. Κατὰ κοινοῦ τὸ οἶδα. καὶ τὴν βλασφημίαν τῆς συναγωγῆς τοῦ Σατανᾶ, φησὶν, ἐπίσταμαι, ὅτι οὐκ εἰσὶν ὃ λέγονται· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ. Ἱούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται.