# Commentarius In Apocalypsin 20.11

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/20.11

Καὶ εἶδον θρόνον λευκὸν μέγαν. Διὰ τοῦ θρόνου τοῦ λευκοῦ δηλοῦται ἡ ἀνάστασις τοῦ Θεοῦ, ἣν ἐν τοῖς λαμπροῖς ταῖς ἀρεταῖς ποιήσεται ἁγίοις, τούτοις ἐνθρονιζόμενος. ἡ δὲ φυγὴ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τὴν τούτοις δημαίνει παρέλευσιν, καὶ εἰς τὸ βέλτιον ἀνανέωσιν, ἐν οἷς τόπος τροπῆς οὐχ εὑρεθήσεται· οὐ γὰρ ἡ ὑπόστασις, οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται, ἀλλὰ “ τὸ σχῆμα παράγει τοῦ κόσμου “ τούτου,” τουτέστιν ἐν οἷς ἡ παράβασις ἐγένετο· ὅτι ἐπαλαιώθη ὁ ἄνθρωπος ἐν αὐτοῖς, καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦτο πρόσκαιρον ἐγένετο, προειδότος τὰ πάντα τοῦ Θεοῦ. ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν κατὰ τὸν Ἀπόστολον Πέτρον πᾶς κατακλυζόμενος ὁ κόσμος πυρὶ, οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν· καὶ προιών φησι καὶ ὁ Παῦλος, ὅτι “ καὶ “ αὕτη ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς” καὶ τὰ ἑξῆς. ὥστε τὴν δι’ ἡμᾶς γεγενημένην κτίσιν, μεθ’ ἡμῶν τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν ἀκόλουθον δέχεσθαι, μὴ χωροῦσαν εἰς ἀνυπαρξίαν, ὥσπερ οὐδὲ ἡμεῖς μετὰ θάνατον.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
