Ancient Greek
Book 20
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 20.7
Not analysed yet
Καὶ ὅτ’ ἂν τελεσθῇ τὰ χίλια. Τινὲς τὸν προρρηθέντα τῆς χιλιετίας χρόνον τὰ τρία ζ m ἔτη τὰ ἀπὸ τοῦ βαπτίσματος Χριστοῦ μέχρι τῆς αὐτοῦ εἰς οὐρανοὺς ἀναλήψεως ἐξειλήφασι, μεθ’ ὃ λυθῆναι τὸν διάβολον ὑπενόησαν. ἕτεροι δὲ μετὰ τὴν πλήρωσιν τῶν ζ ἐτῶν, τὴν πρώτην ἀνάστασιν τῶν νεκρῶν δίδοσθαι μόνοις τοῖς ἁγίοις ἔφασαν, ἵνα ἐν τῇ γῇ ταύτῃ ἐν ᾗ τὴν καρτερίαν ἐπεδείξαντο, τρυφῆς καὶ δόξης ἀπολαύσωσιν ἔτη ἰᾶ, καὶ μετὰ τοῦτο τὴν καθόλου γίνεσθαι ἀνάστασιν, οὐ δικαίων μόνων ἀλλὰ καὶ ἁμαρτωλῶν. οὐδὲν δὲ τούτων ἡ Ἐκκλησία δέδεκται· διὸ τὸν τοῦ Εὐαγγελικοὺ κηρύγματος χρόνον, τὴν χιλιετίαν ἐκληπτέον νῦν τὴν ἐν τελειότητι καρποφορίαν τῆς πίστεως. ὡς γὰρ εἴρηται οὐκ ἀνάγκη τὰ τοσαῦτα τῷ ἀριθμῷ νοῆσαι τὰ ἁ, ἀλλὰ τὸ πλῆθος, καὶ τὸ ἐν καρποφορίᾳ τέλειον. τότε τοίνυν λυόμενος, ὡς εἴρηται, ὁ Σατανᾶς τῆς φυλακῆς αὐτοῦ, πλανήσει πάντα τὰ ἔθνη, καὶ τὸν Γὼγ καὶ τὸν Μαγὼγ κινήσει “εἰς πόλεμον πρὸς τὴν τῆς οἰκουμένης ἐρήμωσιν. εἶναι δὲ ταῦτα τινὲς μὲν Σκυθικὰ ἔθνη νομίζουσιν ὑπερβόρια, ἅπερ καλοῦσιν Οὐνικὰ, πάσης ἐπιγείου βασιλείας πολυανθρωπότερά τε καὶ πολεμικώτερα, μόνῃ δὲ τῇ θείᾳ χειρὶ πρὸς τὸ κρατῆσαι τῆς οἰκουμένης πάσης επεχομενα, ἄχρι τῆς τοῦ διαβόλου λύσεως. τινὲς δὲ τὸν Γὼγ, ἀθροίζοντα ἣ ἄθροισμα, καὶ τὸν Μαγὼγ ἐπῃρμένον διὰ τῆς Ἑβραίδος γλώσσης ἑρμηνεύουσιν, ὡς διὰ τῶν ὀνομάτων ἣ τὸ ἄθροισμα τῶν ἐθνῶν ἣ τὸ ὑπερήφανον διασημαίνεσθαι.