# Commentarius In Apocalypsin 20.8

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/20.8

Καὶ ἀωέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς. Ὡς ἐκ φωλεῶν τινῶν θῆρες ἄγριοι, οὕτω, φησὶν, ἐκ τῶν οἰκείων τόπων ὕπο του διαβόλου καὶ τῶν σὺν αὐτῷ δαιμόνων στρατηγουμενοι ἐν τῇ γῇ καταπλατυνθήσονται, ὡς τὴν παρεμβολὴν τῶν ἁγίων δηλαδὴ τὴν Ἐκκλησίαν τὴν ἐν τοῖς τέσσαρσι πέρασι τῆς οἰκουμένης ἡδρασμένην πορθήσονται. πρὸς ἔτι δὲ καὶ τὴν νέαν Ἱερουσαλήμ τὴν ἠγαπημένην πόλιν χειρωσάμενοι, ἐξ ἧς ὁ θεῖος νόμος διὰ τῶν Ἀποστόλων εἰς τὴν οἰκουμένην διέδραμεν· ἔνθα καὶ τὸν Ἀντίχριστον φασὶν ἐν τῷ ναῷ τοῦ Θεοῦ καθῆσθαι, εἴτε ἐν τῷ Ἰουδαικῷ τῷ πάλαι καθαιρεθέντι, καὶ ὑπ’ αὐτοῦ ἀνορθοῦσθαι προσδοκωμένῳ τοῖς θεομάχοις Ἰουδαίοις, εἴτε ἐν τῷ ἀληθινῷ θείῳ ναῷ τῇ καθολικῇ Ἐκκλησίᾳ τὰ ἀλλότρια σφετεριζόμενον, καὶ ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεὸς, καθώς φησιν ὁ Ἀπόστολος. πῦρ δὲ ἐκ τοῦ οὐρανοῦ κατιὸν καὶ καῖον τόν τε διάβολον καὶ τοὺς ὑπ’ αὐτὸν, τόν τε ψευδοπροφήτην καὶ τὸ θηρίον, ἣ ὁρατόν φησιν, ἢ τὴν παρουσίαν αὐτοῦ, ἐν ἡ ἀνελεῖ αὐτὸν τῷ πνεύματι τοῦ στόματος αὐτοῦ.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
