Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.19
Not analysed yet
Οἱ θεμέλιοι τοῦ τείχους. Οἱ ιβ θεμέλιοι, ιβ λίθοι τίμιοι· ὣν η΄ ἐν τῷ λογείῳ τοῦ ἀρχιερέως πάλαι ἀνεφέροντο. οἱ δὲ δ' παρηλλαγμένοι εἰσὶν, ἵνα φανῇ καὶ τὸ σύμφωνον τῆς νέας πρὸς τὴν παλαιὰν, καὶ τὸ ὑπερέχον τῶν ἐν αὐτῇ διαλαμψάντων. οἱ Ἀπόστολοι τοίνυν πάσῃ ἀρετῇ διὰ τῶν τιμίων λίθων ἐκφαινόμενοι κεκόσμηνται. Ὁ θεμέλιος ὁ πρῶτος. Διὰ τῆς ἰάσπιδος χλωριζούσης τὴν χροιὰν κατὰ τὴν σμάραγδον, εἰκὸς τὸν κορυφαῖον Πέτρον δηλοῦσθαι· ἅτε τὴν νέκρωσιν τοῦ Χριστοῦ βαστάσαντα ἐν τῷ σώματι, καὶ τὸ ἀειθαλὲς καὶ νεάζον ἐν τῇ πρὸς αὐτὸν ἀγάπῃ ἐνδειξάμενον, ὁδηγῆσαν καὶ ἡμᾶς εἰς τόπον χλόης διὰ θερμῆς πίστεως. Ὁ δεύτερος σάπφειρος. Διὰ τοῦ σαπφείρου ἐοικότος τῷ οὐρανίῳ σώματι, τὸν Ἀπόστολον Παῦλον σημαίνεσθαι, ἕως τρίτου οὐρανοῦ ἀναληφθέντα, κἀκεῖ ἕλκοντα τοὺς αὐτῷ πειθομένους, ἔνθα εἶχεν ἐν οὐρανοῖς τὸ πολίτευμα. Ὁ τρίτος χαλκηδών. Οὗτος ἐν τῷ ἱερατικῷ λογείῳ οὐ φέρεται, ἀλλ’ ἄνθραξ ὃς ἐνταῦθα οὐ κεῖται. σκοπητέον οὖν μήποτε τὸν ἄνθρακα οὕτως ἐκάλεσεν ὁ ἅγιος. ἄνθραξ δὲ ὁ Ἀπόστολος Ἀνδρέας, ὡς ἀναφθεὶς ἐκ τοῦ Πνεύματος. Ὁ τέταρτος σμάραγδος. Διὰ τοῦ σμαράγδου χλωροῦ τὴν χροιὰν τυγχάνοντος, καὶ ἐλαίῳ τρεφομένου, τήν τε διαύγειαν καὶ τὴν ὥραν ἐξ αὐτοῦ προσλαμβάνοντος τὸ τοῦ Εὐαγγελιστοῦ Ἰωάννου δηλοῦσθαι κήρυγμα, τὸ φαιδρύνον ἐλαίῳ τὴν ἐξ ἁμαρτημάτων ἡμῶν κατήφειαν, καὶ τὸ ἀειθαλὲς ἐν τῇ πίστει δωρούμενον τοῦ πολυτίμου τῆς θεολογίας χαρισματος.