# Commentarius In Apocalypsin 21.20

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/21.20

Ὁ πέμπτος σαρδώνυξ. Διὰ τοῦ σαρδώνυχος τοῦ τὴν τοῦ ἀνθρωπίνου ὄνυχος μετὰ διαυγείας ἔχοντος, δηλοῦσθαι εἰκὸς τὸν Ἰακὼβ, πρὸ τῶν ἄλλων τὴν σωματικὴν διὰ Χριστὸν δεξάμενον νέκρωσιν, ἣν ὁ ὄνυξ χαρακτηρίζει, ἀμοιρῶν ἐν τῷ τέμνεσθαι αἰσθήσεως. Ὁ ἕκτος σάρδιον. Διὰ τοῦ σαρδίου ἅτε πυρροῦ τὴν χροιὰν καὶ διαυγοῦς, θεραπευτικῆς τε ὄντος δυνάμεως οἰδημάτων καὶ τῶν ἀπὸ σιδήρου πληγῶν, τῆς τοῦ Φιλίππου ἀρετῆς τὸ κάλλος χαρακτηρίζεται, φαιδρυνομένης τῷ πυρὶ τοῦ θείου Πνεύματος, καὶ θεραπευούσης τῶν πεπλανημένων τὰ ψυχικὰ τραύματα, ἅπερ ὑπὸ τοῦ διαβόλου τρωθέντες ἐδέξαντο. Ὁ ἕβδομος χρυσόλιθος. Διὰ τοῦ χρυσολίθου χρυσῷ ἐοικότος τὴν στιλβότητα ὁ Βαρθολομαῖος τάχα εἰκονίζεται, ταῖς πολυτίμοις ἀρεταῖς κατηγλαϊσμένος, καὶ τῷ θείῳ κηρύγματι. βήρυλλος. Διὰ τοῦ βηρύλλου θαλασσοβαφοῦς καὶ ἀερίζοντος, τῷ ὑακίνθῳ πλησιάζοντος, τὸν Θωμᾶν σημαίνεσθαι μακρὰν διαπόντιον ἀποδημίαν μέχρις Ἰνδῶν διὰ τὴν αὐτῶν σωτηρίαν στειλάμενον. Ὁ ἔνατος τόπαζον. Διὰ τοῦ τοπαζίου ἐρυθροῦ ὄντος καὶ ἐοικότος τῷ ἄνθρακι καὶ ὀπὸν ἀφιέντος γαλακτώδη ὀφθαλμιῶσιν ἀλεξίπονον, ἡ τοῦ Εὐαγγελιοτοῦ Ματθαίου ψυχὴ δηλοῦται, πεπυρωμένη τῷ θείῳ ζήλῳ, καὶ κεκοσμημένη τῇ τοῦ οἰκείου αἵματος διὰ Χριστὸν ἐκχύσει, ἐξιωμένη τε διὰ τοῦ Εὐαγγελίου τοὺς τῇ καρδίᾳ τυφλώττοντας, καὶ γάλα τοὺς ἀρτιγενεῖς τῇ πίστει ποτίζουσα. Ὁ δέκατος χρυσόπρασος. Διὰ τοῦ χρυσοπράσου βαθυτέρου τὴν χροιὰν παρὰ τὸν χρυσὸν ὑπάρχοντος τὸν Θαδδαῖον σημαίνεσθαι, τὸν τῷ Αὐγάρῳ τὴν Χριστοῦ βασιλείαν, τὴν διὰ τοῦ χρυσοῦ δηλουμένην, καὶ τὴν διὰ τοῦ πράσου σημαινομένην αὐτοῦ νέκρωσιν, εὐαγγελισάμενον. Ὑάκινθος. Διὰ τοῦ ὑακίνθου τὴν ἰδέαν κυανίζοντος, ἤγουν ἀερίζοντος, τὸν Σίμωνα ὡς ζηλωτὴν τῶν τοῦ Χριστοῦ χαριομάτων καὶ οὐράνιον ἔχοντα φρόνημα, εἰκὸς σημαίνεσθαι ὑπολαμβάνομεν. Ἀμέθυσος. Διὰ τοῦ ἀμεθύσου τῇ μορφῇ πὼς πυρίζοντος, τὸν Ματθίαν ἴσως σημαίνεσθαι, τοῦ θείου πυρὸς ἐν τῇ τῶν γλωσσῶν διανομὴ καταξιωθέντος, καὶ τὸν τοῦ ἐκπεπτωκότος τόπον ἀναπληρώσαντος, πόθῳ τῆς πρὸς τὸν ἐκλεξάμενον εὐαρεστήσεως.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
