Ancient Greek
Book 22
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.1
Not analysed yet
Καὶ ἔδειξέ μοι ποταμὸν καθαρόν. Τῆς ἄνω Ἱερουσαλὴμ ὁ πεπληρωμένος ὑδάτων πολλῶν ποταμὸς τοῦ Θεοῦ ἐκπορευόμενος, τὸ ζωοποιὸν Πνεῦμα ἐστὶν, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον, καὶ διὰ τοῦ ἀρνίου διὰ μέσου τῶν ὑπερτάτων δυνάμεων, αἳ θρόνος τοῦ Θεοῦ ὀνομάζονται, τὰς πλατείας πληροῦν τῆς ἁγίας πόλεως, δηλαδὴ τὸ πλῆθος αὐτῆς.