# Commentarius In Apocalypsin 22.2

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/22.2

Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν. Ὁ ποταμὸς οὗτος, φησὶ, ποτίζει τοὺς πεφυτευμένους αὐτῷ ἁγίους, ξύλον ζωῆς τροπικῶς ὠνομασμένους κατὰ μετοχὴν καὶ μίμησιν τοῦ τῆς ζωῆς ξύλου. ιβ δὲ καρποὺς βλαστάνοντας, τουτέστιν ἀδιάλειπτον τὴν τῶν καρπῶν βλαστάνοντας ἔκφυσιν. καὶ γὰρ πληρέστατος ἔσται ὁ τῆς καρποφορίας τῶν ἁγίων αἰὼν, ὃς ἐνταῦθα δωδεκάμηνος προσηγόρευται, διά τε τοῦ παρ’ ἡμῖν ἐνιαυτοῦ τὴν συνήθειαν, διά τε τῶν ιβ Ἀποστόλων τὸ κήρυγμα. Καὶ ἄλλως δέ ἐστι τοῦτο νοῆσαι, διὰ μὲν τοῦ ποταμοῦ ὡς εἴρηται, τὰ τοῦ ζωοποιοῦ Πνεύματος χαρίσματα, ἅπερ διὰ τοῦ θρόνου Πατρὸς καὶ Υἱοῦ, δηλαδὴ τῶν χερουβικῶν τάξεων, οἶς ὁ Θεὸς ἐνθρονίζεται, εἰς τὴν πλατεῖαν τῆς πόλεως, τουτέστι τὴν πολυάνθρωπον τῶν ἁγίων πληθὺν ἔξεισιν, ὡς ἐκ πρώτων μετοχετευόμενα. ξύλον δὲ τῆς ζωῆς, τὸν Χριστὸν σημαίνεσθαι, ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ περὶ τὸ Πνεῦμα νοούμενον, καὶ διὰ τοῦ οἱ ιβ καρποὶ τοῦ Ἀποστολικοῦ χοροῦ ἀνέκλειπτον τὸν τῆς θεογνωσίας καρπὸν ἡμῖν δωρούμενοι, δι’ ὧν ἐνιαυτὸς Κυρίου δεκτὸς, καὶ ἡ ἡμέρα τῆς ἀνταποδόσεως ἡμῖν καταγγέλλεται. Καὶ τὰ φύλλα τοῦ ξύλου. Φύλλα τοῦ ξύλου δηλαδὴ τοῦ Χριστοῦ αἱ ἐπιπολαιότεραι τῶν θείων κριμάτων νοήσεις, ὥσπερ καρποὶ ἡ τελεωτέρα γνῶσις ἡ ἀποκαλυπτομένη ἐν τῷ μέλλοντι. ταῦτα τὰ φύλλα εἰς θεραπείαν, δηλαδὴ εἰς τὴν τῆς ἀγνοίας ἀποκάθαρσιν τῶν ὑποβεβηκότων ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ ἐθνῶν ἔσονται. πολλαὶ γὰρ μοναὶ περὶ τὰ πρακτικὰ τὴν ἑκάστου ἀναλογίαν τῶν πράξεων. καὶ ἑτέρως δὲ τοῦτο νοητέον. ξύλον ζωῆς ποιοῦν καρποὺς ιβ τὸν ἀποστολικὸν χορὸν κατὰ μετοχὴν τοῦ ὄντος ξύλου τῆς ζωῆς, τούτων καρποὶ οἱ ἐν ρ καρποφορήσαντες, φύλλα δὲ οἱ ἐν ξ, οἳ καὶ τοῖς ἐν λ τοῖς ἐκ τῶν ἐθνῶν τὴν θεραπείαν προσοίσουσι, τοῖς ὑποβεβηκόσι τὴν θείαν αἴγλην πορθμεύοντες, ἅπερ διὰ τῶν καρποφορησάντων ἐν ρ ἐδέξαντο. ξαντο. ὅση γὰρ φύλλων καὶ καρπῶν διαφορὰ, τοσαύτη καὶ τῶν τότε σωζομένων, τῶν μὲν ἧττον, τῶν δὲ πλεῖον δοξαζομένων καθὼς γέγραπται.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
