# Commentarius In Apocalypsin 22.20

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/22.20

Λέγει ὁ μαρτυρῶν ταῦτα. Κἀγώ, φησιν, ὁ ταῦτα λέγων πρὸς σὲ τὴν ζωὴν ἔρχομαι, καὶ αὐτὸς δὲ παραγενοῦ, Κύριε. ἢ καὶ ἑτέρως, τοῦτο ἐκ προσώπου τοῦ Χριστοῦ εἴρηται. ὁ μαρτυρῶν ταῦτα, δηλαδὴ ὁ διαμαρτυρούμενος ἔρχομαι ταχύ. ἐκ δὲ τοῦ ἀποστολικοῦ προσώπου τὸ ἑπόμενον, τὸ “ ἔρχου Κύριε Ἰησοῦ Χριστὲ· περιπόθητος γὰρ τοῖς ἁγίοις ἡ τοῦ Χριστοῦ παρουσία, ὡς τὸν μισθὸν τῶν εἰργασμένων ἀποδώσοντος πολυπλασίονα. ὅθεν καὶ ἡ παροῦσα βίβλος ἁγία καὶ θεόπνευστος, πρὸς τὴν μακαρίαν λῆξιν ὁδηγοῦσα τοὺς ἐντυγχάνοντας, τῆς τῶν ἐντολῶν τηρήσεως μισθὸν, τὴν ἐκ Θεοῦ δάξαν παρέχουσα. ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ζωοποιῷ Πνεύματι, πρέπει δόξα τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
