Ancient Greek
Book 22
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.3
Not analysed yet
Καὶ πᾶν κατάθεμα. Τοῦ ἀναθέματος δισσῶς νοουμένου, τοῦ μὲν ὡς τῶ Θεῷ μόνω ἀνατιθεμένου, τοῦ δὲ ὡς τῷ διαβόλῳ ἀνακειμένου, τοῦτο ἐνταῦθα κατ’ ἐπίτασιν εἰρῆσθαι φασὶ κατάθεμα· τῷ γὰρ ὄντι τὸ τοιοῦτον οὐκ ἀνατίθεται, ἀλλὰ κατατίθεται τῷ διαβόλῳ ὑποταττόμενον καὶ συγκαταδικαζόμενον, ὅπερ ἐν τῇ πόλει ἐκείνη οὐκ ἔσται. Καὶ ὁ θρόνος τοῦ Θεοῦ. Οἱ γινόμενοι, φησὶ, θρόνος Θεοῦ διὰ τῆς ἐν αὐτοῖς τοῦ Θεοῦ ἀναπαύσεως, αὐτοὶ τῆς πόλεως οἰκήτορες ἔσονται, καὶ ὄψονται αὐτὸν οὐ δι’ αἰνιγμάτων, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· ἕξουσι δὲ ἀντὶ χρυσοῦ ὃ πάλαι ὁ ἀρχιερεὺς ἐφόρει, οὐκ ἐπὶ τῶν μετώπων μόνον τὸ θεῖον ὄνομα, ἀλλὰ καὶ ἐν ταῖς καρδίαις ἐγκεχαραγμένον, δηλοῦν τὴν εἰς αὐτὸν πεπαρρησιασμένην ἀγάπην ἁγίαν καὶ ἀμετάθετον.