Ancient Greek
Book 3
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 3.16
Not analysed yet
Μέλλω σε ἐμέσαι. Ὥσπερ, φησὶ, τὸ χλιαρὸν ἔμετον κινεῖ τοῖς μεταλαμβάνουσιν, οὕτω κἀγώ σε ὡς βδελυκτὸν βρῶμα ἐμέσω διὰ λόγου στόματός μου εἰς αἰώνιον κόλασιν, ὅτι ταῖς ἀκάνθαις τοῦ πλούτου τὸν σπόρον τοῦ θείου λόγου συμμιγνύουσα, τὴν ἑαυτῆς ἐν τοῖς πνευματικοῖς ἀγνοεῖς πτωχείαν, καὶ τὴν τῶν νοητῶν σου ὀφθαλμῶν τύφλωσιν, καὶ τὴν ἐξ ἀγαθῶν πράξεων γύμνωσιν.