Ancient Greek
Book 3
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 3.7
Not analysed yet
Τάδε λέγει Κύριος. Κλεῖς τοῦ Δαβὶδ ἡ βασιλεία αὐτοῦ κέκληται· ἐξουσίας γὰρ αὕτη σύμβολον. κλεῖς δὲ πάλιν τῆς τε ψαλμικῆς βίβλου καὶ 1 πάσης προφητείας, τὸ Πνεῦμα τὸ Ἅγιον· δι’ οὗ οἱ θησαυροὶ τῆς γνώσεως ἀνοίγονται. καὶ τὴν μὲν πρώτην κατὰ τὸ ἀνθρώπινον δέχεται, τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἐπεὶ δὲ ἔν τισι τῶν ἀντιγράφων, ἀντὶ τοῦ Δαβὶδ, ᾅδου γέγραπται, διὰ τῆς τοῦ ἅδου κλειδὸς, ἡ ἐξουσία τῆς ζωῆς καὶ τοῦ θανάτου τῶ Χριστῷ πρόσ’ μεμαρτύρηται. ἅγιος δὲ καὶ ἀληθινὸς, ὡς αὐτοαγιωσύνη, καὶ αὐτοουσιώδης ἀλήθεια.