# Commentarius In Apocalypsin 3.8-11

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, 3.8 to 3.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/3.8

Οἶδα σου τὰ ἔργα. Ἐκ τῶν γεγραμμένων, μικρὰν μὲν τῷ μεγέθει τὴν πόλιν ταύτην, μεγάλην δὲ τῇ πίστει μανθάνομεν. διό φησιν αὐτῇ, οἰδα τὰ ἔργα, τουτέστιν ἀποδέχομαι· καὶ θύραν ἐνώπιόν σου τοῦ διδασκαλικοῦ κηρύγματος ἤνοιξα, κλεισθῆναι διὰ πειρασμῶν μὴ δυνα- μένην, τῇ προθέσει γὰρ ἀρκοῦμαι, καὶ οὐκ ἀπαιτῶ τὰ ὑπὲρ δύναμιν. Ἴδου δίδωμι ἐκ τῆς συναγωγῆς. Ἔξεις, φησὶ, μισθὸν τῆς ὁμολογίας τοῦ ἐμοῦ ὀνόματος τὴν τῶν Ἰουδαίων ἐπιστροφήν τε καὶ μετάνοιαν, οἳ προπεσοῦνται τοῖς πόσι σου, τὴν πρὸς ἐμὲ ἀγωγὴν καὶ τὸν ἐξ ἐμοῦ φωτισμὸν αἰτούμενοι, καὶ ἐν τῷ κρυπτῷ τῆς καρδίας καὶ ἐν τῷ φανερῷ λοιπὸν Ἰουδαΐςοντες. Ὅτι ἐτήρησας τὸν λόγον. Τὴν ὥραν τοῦ πειρασμοῦ, εἴτε ὡς αὐτίκα παρεσομένην τὴν τῶν ἀσεβῶν τῆς Ρώμης τὸ τηνικαῦτα βασιλευσάντων κατὰ Χριστιανῶν δίωξιν εἴρηκεν, ἧς λυτροῦσθαι αὐτὴν ἐπαγγέλλεται, ἣ τὴν ἐπὶ συντέλειαν τοῦ αἰῶνος παγκόσμιον κατὰ τῶν πιστῶν τοῦ Ἀντιχρίστου κίνησιν. ἐλευθεροῦν τοὺς ζηλωτὰς αὐτῆς ὑπισχνεῖται, προαναρπαζομένους διὰ τῆς ἐντεῦθεν ἀναλύσεως, ἵνα μὴ πειρασθῶσιν ὕπερ ὁ δύνανται. Ἔρχομαι ταχύ. Καλῶς φησιν ἔρχομαι ταχύ. μετὰ γὰρ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ Κύριος ἐλεύσεσθαι, διὸ παρεγγυᾷ κρατῆσαι τὸν θησαυρὸν τῆς πίστεως ἄσυλον, ἵνα μὴ ἀπολέσῃ τὸν τῆς πίστεως στέφανον.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
