Ancient Greek
Book 4
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 4.2
Not analysed yet
Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι. Τῆς φωνῆς, φησὶν, ἀκούσας καὶ τῷ πνεύματι τυπωθεὶς τὸ ἡγεμονικὸν, θρόνον ἐθεασάμην. δι’ οὗ δηλοῦται, ἡ ἐν τοῖς ἁγίοις τοῦ Θεοῦ ἀνάπαυσις· αὐτοῖς γὰρ ἐνθρονίζεται. ἐπειδὴ δὲ τὸ Πνεῦμα τὸν ὁραθέντα ἐνταῦθα παρίστησι, σωματικὸν αὐτῷ χαρακτῆρα οὐ περιτίθησιν, ὥσπερ ἐν τῇ προτεραίᾳ τοῦ υἱοῦ ὀπτασίᾳ, ἀλλὰ τιμίοις αὐτὸς λίθοις ἀπεικάζει· τῆς μὲν ἰάσπιδος σημαινούσης ὡς χλοερᾶς τὸ ἀειθαλὲς ὁμοῦ καὶ φερέσβιον καὶ τροφὴν χορηγὸν τῆς θείας φύσεως, διὰ τὸ πᾶν σπέρμα χλοηφορεῖν, πρὸς τούτοις δὲ καὶ τὸ φοβερὸν τοῖς ὑπεναντίοις. φασὶ γὰρ τὴν ἴασπιν φοβερὰν εἶναι θηρίοις καὶ φάσμασι a. μετὰ τοῦτο δὲ καὶ τὸ θεραπευτικὸν τῶν ἐπιδεχομένων τὴν ψυχικὴν ἴασιν. φασὶ γὰρ τοῦτον τὸν λίθον ἰατρεύειν οἰδήματά τε καὶ τὰς ἀπὸ σιδήρου πληγὰς ἐπιχριόμενον. ἡ δὲ ἴρις σμαραγδίζουσα τὸ ποικίλον καὶ ἀνθοῦν ἐν ἀρεταῖς τῶν ἀγγελικῶν ἐμφαίνει τάξεων.