Ancient Greek
Book 5
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 5.8
Not analysed yet
Καὶ ὅτε ἔλαβε τὸ βιβλίον. Αἱ κιθάραι τὴν ἐναρμόνιον καὶ εὔηχον δηλοῦσι δοξολογίαν· τὰ δὲ θυμιάματα τὴν εὐώδη τῶν πιστῶν θυσίαν, προαγομένην διὰ βίου καθαρότητος. αἱ φιάλαι δὲ τῶν διανοιῶν σημαντικαὶ, ἐξ ἡ τῶν ἀγαθῶν ἔργων εὐωδία, καὶ ἡ καθαρὰ προσευχὴ προσέρχεται. διὰ τούτου δὲ δείκνυται τοὺς πρεσβυτέρους εἶαι τοὺς ἐν τῇ παλαιᾷ τε καὶ νέᾳ Θεῷ εὐαρεστήσαντας, καὶ τὴν ὑπὲρ παντὸς τοῦ κόσμου τῷ σφαγιασθέντι ἀμνῷ τοῦ Θεοῦ καὶ ἀγοράσαντι ἡμᾶς εὐχαριστίαν προσάγοντας.