# Commentarius In Apocalypsin 6.7a

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/6.7a

Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα. Τὸ τοῦ τετάρτου ζώου δηλαδὴ τοῦ ἀετοῦ ὑψιπετὲς καὶ ὀξὺ πρὸς βορρᾶν, ἄνωθεν ἥκειν ἐξ θεηλάτου ὀργῆς τὰς πληγὰς ἐμφαίνειν δύναται, εἰς τὴν τῶν εὐσεβῶν ἐκδίκησιν, καὶ τῶν δυσσεβῶν τιμωρίαν, εἰ μὴ ταύταις βελτιωθέντες ἐπιστρέψουσι. τοῦ εἱρμοῦ δὲ τῶν προεκτεθέντων καὶ τὰ παρόντα ἔχεται. ὡς γάρ φασιν τινὲς, ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμίνου Ῥωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ ἄπειρα πλήθη διεφθείροντο, ὡς ταφῇ μὴ δύνασθαι παραδίδοσθαι· καὶ τοι Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδίας ἠσχολημένων, καὶ τοὺς πεπλανημένους πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν ἐναγόντων· ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις, οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ, καὶ ὑπὸ κυνῶν ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότες μὴ καὶ αὐτοὶ θανόντες, ζῶντας τούτους τάφους κτήσωνται. εἰκὸς δὲ τοῖς κυσὶ καὶ ἀγρίους θῆρας συμμετέχειν διὰ τὸ τῆς τροφῆς ἄφθονον.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
