Ancient Greek
Book 6
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 6.9
Not analysed yet
Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην. Εἰ μέν τις τὴν λύσιν τῶν δ σφραγίδων ταῖς τοῦ Χριστοῦ παρωχηκυίαις οἰκονομίαις προσνεῖμαι βιάσεται, καὶ ταύτας εἰκότως τοῖς προτελειωθεῖσι προφήταις καὶ λοιποῖς ἁγίοις ἐφαρμόσει τῆς θείας καταβοῶσι μακροθυμίας, ἐφ’ οἷς μέχρι σταυροῦ παρὰ Ἰουδαίων ὑβριζόμενος ἀνέχεται. εἰ δέ τις ὡς μελλόντων πρόρρησιν ταῦτα ἐκλάβοι τοῖς διὰ Χριστὸν σφαγιασθεῖεν τὴν τοιαύτην πρέπειν κατὰ τῶν διωκτῶν οἰήσεται καταβόησιν· ἐφ’ ᾧτ’ τοὺς ἐν αὐτῇ ἀξίους ἐπιστρέψαι, τῶν δὲ ἀπειθῶν τῇ παγκοσμίῳ συντελείᾳ ἐκκόψαι τὴν ἀσέβειαν. εἰ γὰρ καὶ ἤδη τότε, καθὼς εἴρηται, οἱ δυσσεβεῖς θείας ὀργῆς ἐπειράθησαν, ἀλλ’ οὐδὲν ἧττον τὰ τούτων λείψανα ἐπιστρεπτικῶν ἢ κολαστικῶν μαστίγων ἐδέοντο.