Ancient Greek
Book 8
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 8.7
Not analysed yet
Καὶ ὁ πρῶτος ἐσάλπιζε. Ταῦτα τισὶν ἔδοξεν αἰνίττεσθαι τὴν ἐν γεέννῃ τῶν ἁμαρτωλῶν κόλασιν, πολυτρόπως διὰ τῶν αἰσθητῶν ὀδυνηρῶν τροπολογουμένην. ἄλλοι δὲ, διὰ τὸ μάλιστα οὐ τὴν τρίτην μοῖραν εἶναι τῶν κολαζομένων ἐν τῷ μέλλοντι ἐκ τοῦ παντὸς τῶν ἀνθρώπων πληρώματος, ἀλλὰ τὴν πλείονα, τὰς πρὸ τῆς συντελείας μᾶλλον ταῦτα πληγὰς ἐμφαίνειν νομίζουσι· καὶ τὴν μὲν χάλαζαν δηλοῦν τὸ οὐρανόθεν ἥκειν κατὰ δίκαιον κρίμα τὰς τοιαύτας μάστιγας· τὸ δὲ πῦρ σὺν τῷ αἵματι, τὰς ἐκ βαρβαρικῶν χειρῶν γινομένας πυρπολήσεις τε καὶ ἀνδροκτασίας, τοῦ πολέμου, οὐ τοὺς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ τῆς γῆς ἐκφόρια πάντα καταναλίσκοντος.