# Commentarius In Apocalypsin 9.1

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/commentarius-in-apocalypsin-2/9.1

Καὶ ὁ πέμπτος Ἄγγελος. Ἀστέρα τινὲς ἔφασαν καταβάντα ἐν τῇ γῇ, ἤγουν ἐν τῇ κρίσει τῇ ὑπολειφθείσῃe κοιλάδι Ἰωσαφάτ, Ἄγγελον θεῖον εἶναι ἐπὶ τῶν κολάσεων, φρέαρ δὲ τῆς ἀβύσσου τὴν γεένναν, καὶ ἐξ αὐτοῦ τὸν καπνὸν ἐξιόντα, ἀθέατον τοῖς κολαζομένοις τὸν ἥλιον καὶ τὸν ἀέρα ἀπεργάζεσθαι. ἀκρίδας δὲ τοὺς σκώληκας, περὶ ὡν φησὶν ο Ἡσαΐας, “ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.” τὸ δὲ μὴ τὴν τὸν χόρτον, ἀλλὰ τοὺς ἀνθρώπους βασανίζεσθαι, διὰ τὸ ἀπαλλάττεσθαι τῆς φθορᾶς ταῦτα· μῆνας δὲ πέντε τούτους βασανίζεσθαι, χρόνον τινὰ ὡρισμένον ἐπιτεταμένως τούτους κολάζεσθαι, μετὰ δὲ τοῦτον ὑφειμένων μὲν, ἀλλ’ αἰωνίως. ἄλλοι δὲ τὸν μὲν ἀστέρα λέγουσιν θεῖον θεῖον Ἄγγελον, καὶ τοῦτον κατὰ συγχώρησιν θείαν, τοὺς καταδεδικασμένους ἐν τῆ ἀβύσσῳ πονηροὺς ἀνάγειν δαίμονας, οὓς ὁ Χριστὸς ἐνανθρωπήσας ἔδησεν, ὅπως πρὸ τῆς συντελείας τὰ οἰκεία ἐνεργήσαντας, ἀτελευτήτου τύχωσι κολάσεως. Καπνὸν δὲ τὸν προηγούμενον τῶν πονηρῶν ἔργων ἐκ τῶν προσβολῶν αὐτῶν ζόφον, ὧν παραδεχθεισῶν, ἐξουσία τούτοις βασανίζειν τοὺς ἀνθρώπους δίδοται. ἡ δὲ τοῦ ἡλίου καὶ τῶν ἀστέρων σκότωσις, τὴν τῶν ἀπολαυόντων ἀνθρώπων τοῦ φωτὸς δηλοῖ ψυχικὴν τύφλωσιν, ἣ τὴν ἐπὶ τοῖς δυσχερέσι διάθεσιν· σκότος γὰρ τοῖς ἐν ὀδύναις τὸ φῶς νενόμισται.

---

Catenae (Novum Testamentum), Commentarius In Apocalypsin, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlgx03.local001/.
