Ancient Greek
Book 9
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 9.3
Not analysed yet
Ἐξῆλθον ἀκρίδες. Τὸ τὰς νοητὰς ἀκρίδας πλήττειν τοὺς ἀνθρώπους κατὰ τῶν σκορπίων ὁμοίωσιν, δηλοῖ τὸ ἐν τῷ τέλει τῶν πράξεων τῶν πονηρῶν, τὸν βλαπτικὸν τῆς ψυχῆς ἐγκεκρύφθαι θάνατον, ὃν ὑφίστανται οἱ μὴ σεσημειωμένοι τῇ θείᾳ σφραγῖδι τὰ μέτωπα, καὶ τῷ φωτισμῷ τοῦ ζωοποιοῦ σταυροῦ διὰ Πνεύματος Ἁγίου περιλαμπόμενοι. τοὺς δὲ πέντε μῆνας τοῦ βασανισμοῦ αὐτῶν σημαίνειν, ἣ τὸ τοῦ χρόνου μικρὸν, “εἰ γὰρ μὴ ἐκολοβώθησαν,’ φησὶν ὁ Κύριος, ““ἡμέραι ἐκεῖναι, οὐκ ἃν ἐσώθη πᾶσα σάρξ· ἣ χρόνον τινὰ διὰ τὰς πέντε αἰσθήσεις, δι’ ὧν ἡ ἁμαρτία τοῖς ἀνθρώποις εἰσέρπει· ἢ καιρὸν ὡρισμένον, Θεῷ δὲ μόνῳ γνωστόν.