Ancient Greek · ~14 min
ΚΕΦ. Ις.
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin ΚΕΦ. Ις..1
Not analysed yet
Λύσις τῆς τετάρτης σφραγῖδος, ἐμφαίνουσα τὰς ἐπαγομένας παιδευτικὰς μάστιγας τοῖς δι’ ἀνυπομονησίας ἀρνησαμένοις τὸν Κύριον. Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα τοῦ τετάρτου ζώου λέγοντος, ἔρχου καὶ ἴδε. καὶ ἰδοὺ ἵππος χλωρὸς, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει αὐτῷ. καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. Τὸ τέταρτον ζῶον, ὁ ἀετὸς y δηλαδὴ, ὡς ὠξυωπὲς z καὶ ὀξὺ a πρὸς βορὰν, ἄνωθεν ἥκειν ἐκ θεηλάτου ὀργῆς τὰς πληγὰς ἐπιφέρον b πρὸς ἐκδίκησιν τῶν εὐσεβῶν. Καὶ ἰδοὺ ἵππος χλωρός. Ὁ χλωρὸς ἵππος, ὀργῆς σύμβολον. καὶ οὕτως ἡ χολὴ ἡ ὑπὸ ἰατρῶν καλουμένη χλωρά. ὁ δέ γε θάνατος καὶ ὁ ᾅδης καταστρατεῦσαι νοητῶς ἔστησαν κατὰ τῶν ἀλιτηρίων c δαιμόνων, καὶ δίκην εἰσπράξασθαι τῆς τῶν ἀνθρώπων ἀπωλείας. οὔπω δὲ τῷ λόγῳ ἡ τελεία καθαίρεσις τῶν δαιμόνων εἰσφέρεται, ἀλλὰ μόνον τετάρτου μέρους, ἐπειδὴ τῷ λόγῳ τῆς μετὰ χεῖρα ὀπτασίας, οὔπω κατὰ τὸ τρίτον πάθος ἐπράχθη Χριστοῦ. τὴν δὲ καθαίρεσιν τροπικῶς σφαγὴν ὀνομάζει, καὶ λιμὸν τῶν πάλαι προσκυνούντων αὐτοῖς τὴν ἔκλειψιν, καὶ τὸν ἀφανισμὸν τῆς τυραννίδος αὐτῶν καὶ ὑπὸ τῶν θηρίων διαφθορὰν e αὐτῶν· θηρία καλῶν γῆς, τὰς τῶν δαιμόνων καθ’ ἡμῶν εἰς φθοροποιὰ πάθη f ὀχλήσεις καὶ ἐπαναστάσεις g, καὶ κατακρατήσεις δι’ ἀκενοδοξίας, φέρε, καὶ αἰσχρότητος καὶ τῶν ἀναλόγων αὐτοῖς παθῶν, ἃ γηίνους ὄντας ἡμᾶς αὐτοὺς δὲ ἀσωμάτους, ὅμως χαίροντας τοῖς ἐπὶ γῆς ἰλυσπωμένοις πάθεσιν· ὑποσμύχει e γὰρ αὐτοὺς καὶ κατεσθίει τῆς τῶν ἀνθρώπων ἐκβαλλομένους ἀρχῆς, ἧς ἐξαπ ***Ἀδὰμ τῆς ὑπ’ αὐτῶν ἐκ φθόνου ἐνσκευασθείσης τῆς ὑπὸ Θεοῦ πλάσεως αὐτοχειρίας ἐτύχθη. f Μὴ ἀθετεῖσθαι τὴν δι’ ἐπιστροφῆς ἰατρείαν, ἣν καὶ Χριστὸς παρεδήλωσε διὰ τοῦ ἐμπεπτωκότος εἰς τοὺς λῃστάς. ἐλαίου μὲν τὸ ἱλαρὸν τοῦ ὑπαλείφοντος αἰνισσομένου. εἰς οἶνον δὲ τοῦ τὸ φιλάνθρωπον μὴ ἔκλυτον παρεχομένου, μετά τινος δὲ στύψεως καὶ προσοχῆς ἐπιχέοντος. Χριστὸς δὲ οὗτος ὁ μὴ g προαναρπασθῆναι θανάτῳ τοὺς ἡμαρτηκότας, οἱ διὰ μακροθυμίας ἔμελλον τὴν ἥτταν ἀναμαχέσασθαι. Ὅτι ἐν τῷ ἴε κεφαλαίῳ κείμενον τὸ “ἤκουσα φωνὴν ἐν μέσῳ τῶν δ΄ ζώων λέγουσαν’’ οὐκ ἀδοκίμως τισὶν ἀντιγράφοις μετὰ προθήκης τοῦ ὡς ὁμοιωματικοῦ εὕρηται καὶ τῆς πτώσεως τῆς ἔναλλα τῆς τοῦ γένους ἀμείψεως τοῦ ἀπὸ τῆς φωνῆς δηλου- μένου. οἷον ἴνα ᾖ οὕτως ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν δ΄ ζώων, οὐχὶ λέγουσαν, ἀλλὰ λέγοντος. καὶ διατὶ τὸ μετὰ τῆς προσθήκης καὶ τῆς τοῦ γένους ἀμ’ **καὶ πτώσεως εὐδοκιμώτερον ἡ παρακειμένη τῷ ῥητῷ παραστήσει γραφή. Άλλωσ Ἐκ Τῶν Τοῦ Ἀνδρεοῦ h Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ θ΄ λόγου τῆς Ἐκκλησιαστικῆς ἱστορίας γράφει i τάδε. ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμίνου k Ρωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ κατασκήψαντος αὐτοῖς σὺν ἑτέροις συμπτώμασιν l ἄπειρα πλήθη διεφθείροντο, ὥστε ταφῇ μὴ δύνασθαι παραδίδοσθαι, καίπερ EHHrHSIS ΕΙΣ THN ΑΠΟΚΑΛΥΨlΝ. VI. ̀ Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδείας ἠσχολημένων, καὶ τῷ φιλανθρώπῳ τοὺς πεπλανημένους ἐναγόντων πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ. καὶ ὑπὸ κυνῶν δέ φησιν ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότας μὴ καὶ αὐτοὶ θανόντες ζῶντας τούτους τάφους κτήσωνται. οὐκ ἀπεικὸς δὲ τοῖς κυσὶ τῆς αὐτῆς θοίνης καὶ ἀγρίους θῆρας συμμετέχειν διὰ τὸ τῆς τροφῆς ἄφθονον. καὶ ἐν τῇ ἡμετέρᾳ δὲ γενεᾷ τούτων ἕκαστον συμβὰν ἔγνωμεν, ἐκ τῶν νυνὶ φαινομένων.