Ancient Greek
Section 1, Page 242
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad catenam in evangelium sancti Joannis (e cod. Bodl. B.) 1.242.13
Not analysed yet
242, 13. ἔφθασεν τῷ ἐπαγαγεῖν, “ἀλλὰ ταῦτα τί ἐστιν εἰς “τοσούτους;” ἐπεὶ οὖν ἀπέγνωσαν ἀμφότεροι οἱ μαθηταὶ, τότε θαυματουργεῖ· πρὸ (Cod. πρὸς) δὲ τοῦ φανῆναι τοὺς προσέταξεν ἀναπεσεῖν τοὺς ὄχλους, ὅπως καὶ τὴν διάνοιαν τῶν μαθητῶν ἀναστήσῃ, καὶ τὸ θαῦμα ὑψηλότερον ἀποδείξῃ· ὡς γὰρ ἑτοίμου καὶ παρεσκευασμένης οὔσης τῆς τραπέζης, τοῦτο γενέσθαι παρεκελεύσατο, ὅτι δὲ ἐκ τῆς ἐρωτήσεως ἐκέρδαναν οἱ μαθηταὶ, δῆλον ἐκ τοῦ εὐθέως ὑπακοῦσαι καὶ μετὰ πίστεως ποιῆσαι τὸν ὄχλον ἀναπεσεῖν, ὡς δυναμένου τοῦ διδασκάλου τοῦτον διάθρεψαι. ινὸς ἕνεκεν τὸν μὲν παραλυτικὸν μέλλων ὀρθοῦν οὐκ ηὔχετο, οὐδὲ τὸν νεκρὸν ἐγείρων, οὐδὲ τὴν θάλατταν χαλινῶν, ἐνταῦθα δὲ ἐπὶ τῶν ἄρτων τοῦτο ποιεῖ; θέλων ἡμᾶς παιδεῦσαι, ὅτι τοὺς τροφῆς ἀρχομένους, εὐχαριστεῖν δεῖ τῷ Θεῷ. συνεχώρησεν δὲ περισσεῦσαι τοσαῦτα κλάσματα, οὐ δι’ ἐπέδειξιν, ἄπαγε, ἀλλ’ ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα. οὐκ ἔδωκεν δὲ τ. ὀχλ. 22.