Ancient Greek
Section 1, Page 400
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad catenam in evangelium sancti Joannis (e cod. Bodl. B.) 1.400.15
Not analysed yet
400, 15. τ. ζητεῖς om. B. 20. τεθείκασιν αὐτ. In marg. Cod. B. hoc inest Sch. Οἱ γὰρ μαθηταὶ ὡς ὑωηλότεροι τῆς γυναικὸς τὴν διάνοιαν πάντες εὐθέως ἐκ τῶν σουδαρίων παρεδέξαντο τὴν ἀνάστασιν. καὶ τοῦτο ἐστὶν ὃ εἶπεν ὁ Εὐαγγελιστὴς ὅτι εἶδεν καὶ ἐπίστευσεν· καὶ οὐχ ὃ λέγουσί τινες ὅτι διὰ τὸ κλαπῆναι αὐτὸν ἐπίστευσαν. καὶ γὰρ καὶ ὁ Χρυσόστομος τοῦτο δείκνυται ἀνατρέπων ἐν τῷ εἰπεῖν αὐτὸν ὡς προγέγραπται, ὅτι πιστεύσαντες ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι· οὐχὶ πῶς ἐκλάπη δῆλον ὅτι, ἀλλ’ ὅτι ἀνέστη. ὡς γὰρ μὴ γινώσκοντες τὴν γραφὴν τὴν λέγουσαν περὶ τῆς ἀναστάσεως αὐτοῦ ἀπῆλθον καὶ ᾖον. ἐπεὶ εἰ ἐγίνωσκον, καὶ πρὸ τοῦ ἀπελθεῖν καὶ ἰδεῖν ἐπίστευσαν ἀν’.