Ancient Greek · ~2 min
Section 2, Page 123
Catenae (Novum Testamentum), Supplementum Et Varietas Lectionis Ad Catenam In Evangelium sancti Lucae 2.123.17
Not analysed yet
123, 17. π. τ. Θεοῦ· ταῦτα τοίνυν καὶ ἡμεῖς ἀκούοντες πᾶσαν ὑψηλοφροσύνην καὶ κενοδοξίαν, τῦφον τὲ καὶ ὑπερηφανίαν καὶ ἀνθρωποπαρεσκίαν, ὡς μισητὰ καὶ βδελλυκτὰ παρὰ Θεῷ ὑπάρχοντα συμπάσῃ κακία καὶ φιλαργυρία προθύμως τε καὶ ὁλοψύχως ἐγκλίνοντες, τὴν ταπεινοφροσύνην καὶ τὴν εἰς τοὺς δεομένους εἰλι- κρινῇ συμπάθειαν χάριτι Θεοῦ κτησώμεθα· καὶ γὰρ οὐ δι’ ἐκείνους μόνους τὰ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἐγράφησαν ἀλλὰ καὶ διὰ τοὺς κατὰ γενεὰν καὶ γενεὰν ἀνθρώπους. Περὶ ὧν εἰπεν ὁ Κύριοσ. κ. τ. λ.