Ancient Greek · ~3 min
Section 2, Page 32
Catenae (Novum Testamentum), Supplementum Et Varietas Lectionis Ad Catenam In Evangelium sancti Lucae 2.32.8
Not analysed yet
32, 8. περιῄρηται. Cod. L. Τὴν γενεαλογίαν ταύτην ὁ θεσπέσιος Λουκᾶς οὐκ ἀπὸ τῆς πεπαρρησιασμένης βασιλείας εἴληφε φατρίας, ἀλλ’ ἀπὸ τῆς ἰδιωτικῆς, λανθάνειν μὲν δοκούσης, πάλιν a καὶ αὐτὴ ἐν τῷ ἱερῷ γαζοφυλακίῳ τοῖς Ἰσραηλίταισιν ἀποκειμένη. καὶ διατὶ μὴ καὶ οὗτος συμφωνίᾳ Ματθαίῳ ἐχρήσατο κατ’ αὐτὴν, μετὰ βραχὺ εἰρήσεται· ἐξέκλινεν ἀπὸ τοῦ Δαβὶδ τὸ βασιλικὸν γένος εἰς τὴν γενεαλογίαν τοῦ Χριστοῦ καταλέγειν, διὰ τὸ μὴ πάνυ θεοσεβεῖς εἶναι τοὺς βασιλεῖς, ὡς δῆλον ἀπ’ αὐτοῦ Σολομῶντος· πλὴν γὰρ τοῦ Ἰωσίου οὐδεὶς τῶν βασιλέων κατὰ τὸ ἀκριβέστατον θεοσεβής· παρ’ ὅσον καὶ τῶν εὐσεβεῖν νομιζομένων, οὐδεὶς τὰ ὑψηλὰ πλὴν τοῦ βασιλέως καθεῖλεν Ἰωσίου.