Ancient Greek · ~3 min
Section 2, Page 39
Catenae (Novum Testamentum), Supplementum Et Varietas Lectionis Ad Catenam In Evangelium sancti Lucae 2.39.20
Not analysed yet
39, 20. Συνεχώρησεν δὲ αὐτῷ ὁ Κύριος ῥίψαι τ. ἀνθρ. ἐν ᾧ ἦν, ἵνα δῆλον γένηται πᾶσιν ὅτι τὸ δαιμόνιον ἦν τὸ λαλῆσαν, καὶ μὴ ὡς ἐκ τῆς καρδίας τοῦ ἀνθρώπου νομίζωσιν οἱ ἀκούοντες εἶναι τὰ ῥήματα. καὶ γὰρ ὡς νήφων ἐλάλει, καὶ ὡς καθεστηκὼς ἐφθέγγετο. ἐγένετο δὲ θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὕτος κ. τ. ἑ. ἐκπληττόμενοι αὐτοῦ τὴν μετ’ ἐξουσίας γινομένην τῶν θεοσημείων ἐνέργειαν· οὐ γὰρ εὐχὴν ἀνατείνων ταύτας ἐπλήρου, ἀλλ’ αὐτὸς ὣν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ζῶν τε καὶ ἐνεργὴς καὶ δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, κελεύων τοὺς ἀκαθάρτους ἀπήλαυνεν δαίμονας καὶ τὰς νόσους ἐφυγάδευεν.