Ancient Greek · ~2 min
Section 3, Page 10
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.10.29
Not analysed yet
10, 29. παρ’ ἑαυτοῖς. τίνος δὲ χάριν, οὐ πρὸ τῆς μνηστείας συνέλαβεν καὶ ἐκύησεν ; ἵνα συσκιάσῃ τὸ γινόμενον τέως, καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ παρθένος ὑπόνοιαν. τοῦ γὰρ ὀφείλοντος ζηλοτυπεῖν μνηστῆρος οὐ μόνον οὐ θριαμβεύοντος αὐτὴν, ἀλλὰ καὶ δεχομένου καὶ θεραπεύοντος μετὰ κύησιν, εὔδηλον τοῦτο πᾶσιν ποιεῖ· ὡς ὅτι περ πεισθέντος αὐτοῦ ἐκ Πνεύματος Ἁγίου τὴν ἐνέργειαν εἶναι τοῦ γεγενημένου, κατεῖχεν καὶ ἐξυπηρέτησεν. ὅπερ δὲ ἐπὶ τῶν παραδόξων ἤδη πραγμάτων εἴωθεν λέγεσθαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν φησὶν “ὅτι εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ “Πνεύματος Ἁγίου.”