Ancient Greek
Section 3, Page 14
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.14.18
Not analysed yet
14, 18. ἐγεννήθησαν. εἰ δὲ μὴ πάντας ἐποίμανεν, τοῦτο αὐτῶν ἔγκλημα καὶ κατηγορία μὴ θελησάντων πιστεῦσαι. Καλεῖ δὲ τοὺς Μάγους ὁ Ἡρώδης νομίζων Ἰουδαίους κήδεσθαι τοῦ παιδίου. ἔτι δὲ καὶ ἀνελεῖν ἐπιχειρῶν τὸ τεχθὲν, ὅπερ ἐσχάτης ἀνοίας ἢν, οὔχι μανίας μόνον. τὰ γὰρ εἰρημένα καὶ τὰ γεγενημένα, ἱκανὰ ἦν ἀποστῆσαι αὐτὸν πάσης τοιαύτης ἐπιχειρήσεως· ὅτε ἀστὴρ καὶ οἱ βάρβαροι τοσαύτην ἐλθόντες ὁδὸν, ἐπὶ τὸ προσκυνῆσαι τὸν ἐν φάτνῃ· καὶ ἡ προφητεία προαναφωνοῦσα περὶ αὐτοῦ.