Ancient Greek · ~2 min
Section 3, Page 202
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.202.23
Not analysed yet
202, 23. ποιεῖν. πλὴν ἀλλὰ πρόφασίν τινα ἐδόκουν ἔχειν πολλοὶ τῶν ῥαθύμων. ψυχρὰν μὲν ἐδόκουν δὲ ἔχειν τὸ ὑπέρογκον τῶν ἐπιταγμάτων· καὶ ὅτι μέγας ο πόνος καὶ ἄπειρος ο χρόνος, καὶ ἀφόρητον τὸ φορτίον· νῦν δὲ οὐδὲν τοιοῦτόν ἐστιν προβαλέσθαι· ὅπερ μάλιστα τῆς γεέννης οὐχ ἧττον ἡμᾶς διατρώγειν μέλλει κατὰ τὸν καιρὸν ἐκεῖνον· ὅταν διὰ μικρὰν ῥοπὴν καὶ ὀλίγον ἱδρῶτα τὸν οὐρανὸν ὦμεν ἀπολωλεκότες, καὶ τὰ ἀπόρρητα ἀγαθά. καὶ γὰρ καὶ ὁ χρόνος βραχὺς, καὶ ὁ πόνος ὀλίγος· καὶ ὅμως ἐκλελύμεθα καὶ ἀναπεπτώκαμεν.