Ancient Greek · ~2 min
Section 3, Page 205
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.205.32
Not analysed yet
205, 32. ἀλλ’ ἐπὶ μὲν τῆς προτέρας παραβολῆς τοῦ πιστοῦ δούλου καὶ τοῦ ἀγνώμονος, καθολικώτερον περὶ πάσης ὠφελείας λέγει, καὶ εἰς τὸν πλησίον ἐπιδείκνυσθαι χρή. ἐπὶ δὲ ταύτης τῆς τῶν παρθένων, περὶ ἐλεημοσύνης ἰδικῶς τῆς ἐν χρήμασι παρακελεύεται· καὶ σφοδρότερον ἣ ἐπὶ τῆς προτέρας παραβολῆς· ἐκεῖ μὲν γὰρ τὸν τύπτοντα τοὺς συνδούλους καὶ μεθυσκόμενον καὶ τὰ δεσποτικὰ σκορπίζοντα καὶ ἀπολλῶντα κολάζει, ἐνταῦθα δὲ καὶ τὸν οὐκ ὠφελοῦντα, οὐδὲ δαψιλῶς τοῖς δεομένοις κενοῦντα τὰ ὄντα. εἶχον μὲν γὰρ καὶ αἱ μωραὶ παρθένοι ἔλαιον· οὐ δαψιλὲς δὲ, διὸ κολάζονται.