Ancient Greek · ~2 min
Section 3, Page 28
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.28.24
Not analysed yet
28, 24. ἐφθέγξαντο. Διατί δὲ σημεῖον οὐδὲ ἓν ἐποίησεν ὁ Ἰωάννης; ἵνα καὶ ἐντεῦθεν τὸ πλῆθος τῷ Κυρίῳ ἡμῶν καὶ Θεῷ Ἰησοῦ Χριστῷ προσέλθῃ, τῶν θαυμάτων πρὸς αὐτὸν ἑλκόντων τὸν λαόν· εἰ γὰρ καὶ τοσούτων οἰκονομηθέντων ἐζηλοτύπουν τῷ δεσπότῃ Χριστῷ οἱ μαθηταὶ τοῦ Ἰωάννου, καὶ οἱ πολλοὶ ὑπώπτευον τὸν Ἰωάννην εἶναι τὸν Χριστὸν, καὶ οὐκ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν, εἰ καὶ θαύματα ἐποίησεν ὁ Ἰωάννης, τί οὐκ ἃν συνέβη;